- 텍스트

Polybius, Histories, book 22, ii. res macedoniae

(폴리비오스, Histories, book 22, ii. res macedoniae)

πυθόμενος ταῦτα καὶ βαρέως φέρων ἐπὶ τῷ δοκεῖν πανταχόθεν αὐτοῦ περιτέμνεσθαι τὴν ἀρχήν, ἐναπηρείσατο τὴν ὀργὴν εἰς τοὺς ταλαιπώρους Μαρωνείτας.? μεταπεμψάμενος γὰρ Ὀνόμαστον τὸν ἐπὶ Θρᾴκης τεταγμένον ἐκοινολογήθη τούτῳ περὶ τῆς πράξεως.

ἅτε τοῦ Φιλίππου πάλαι τοὺς αὐλικοὺς ἐγκαθεικότος εἰς τὰς πόλεις ταύτας καὶ συνήθεις πεποιηκότος τοὺς ἐγχωρίους ταῖς τούτων παρεπιδημίαις.

μετὰ δέ τινας ἡμέρας ἑτοιμασθέντων τῶν Θρᾳκῶν, καὶ τούτων ἐπεισελθόντων διὰ τοῦ Κασσάνδρου νυκτός, ἐγένετο μεγάλη σφαγὴ καὶ πολλοὶ τῶν Μαρωνειτῶν ἀπέθανον.

κολασάμενος δὲ τῷ τοιούτῳ τρόπῳ τοὺς ἀντιπράττοντας ὁ Φίλιππος καὶ πληρώσας τὸν ἴδιον θυμόν, ἐκαραδόκει τὴν τῶν πρεσβευτῶν παρουσίαν [πεπεισμένος μηδένα τολμήσειν κατηγορήσειν αὐτοῦ διὰ τὸν φόβον].

φάσκων μὴ κεκοινωνηκέναι τῆς παρανομίας, ἀλλ αὐτοὺς ἐν αὑτοῖς στασιάζοντας Μαρωνείτας, [καὶ] τοὺς μὲν ἀποκλίνοντας πρὸς Εὐμένη κατὰ τὴν εὔνοιαν, τοὺς δὲ πρὸς ἑαυτόν, εἰς ταύτην ἐμπεπτωκέναι τὴν ἀτυχίαν.

καλεῖν δ ἐκέλευε κατὰ πρόσωπον, εἴ τις αὐτοῦ κατηγορεῖ.

τοῦτο δ ἐποίει πεπεισμένος μηδένα τολμήσειν διὰ τὸν φόβον, τῷ δοκεῖν τὴν μὲν ἐκ Φιλίππου τιμωρίαν ἐκ χειρὸς ἔσεσθαι τοῖς ἀντιπράξασιν, τὴν δὲ Ῥωμαίων ἐπικουρίαν μακρὰν ἀφεστάναι.

τῶν δὲ περὶ τὸν Ἄππιον οὐ φασκόντων προσδεῖσθαι δικαιολογίας, σαφῶς γὰρ εἰδέναι τὰ γεγονότα καὶ τὸν αἴτιον τούτων, εἰς ἀπορίαν ἐνέπιπτεν ὁ Φίλιππος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION