- 텍스트

Polybius, Histories, book 22, chapter 12

(폴리비오스, Histories, book 22, chapter 12)

διακούσασα καὶ τούτων ἡ σύγκλητος ἔκρινε τοῖς αὐτοῖς πρεσβευταῖς δοῦναι καὶ περὶ τούτων ἐντολάς, καὶ κατέστησεν πρεσβευτὰς ἐπὶ τὴν Μακεδονίαν καὶ τὴν Ἑλλάδα τοὺς περὶ Ἄππιον Κλαύδιον.? Ἀπελογήθησαν δὲ καὶ πρὸς τὸν Καικίλιον ὑπὲρ τῶν ἀρχόντων οἱ παρὰ τῶν Ἀχαιῶν πρέσβεις ἐν τῇ συγκλήτῳ, φάσκοντες οὐθὲν ἀδικεῖν αὐτοὺς οὐδ ἀξίους ἐγκλήματος ὑπάρχειν ἐπὶ τῷ μὴ συνάγειν τὴν ἐκκλησίαν:

νόμον γὰρ εἶναι παρὰ τοῖς Ἀχαιοῖς μὴ συγκαλεῖν τοὺς πολλούς, ἐὰν μὴ περὶ συμμαχίας ἢ πολέμου δέῃ γίνεσθαι διαβούλιον ἢ παρὰ τῆς συγκλήτου τις ἐνέγκῃ γράμματα.

διὸ καὶ δικαίως τότε βουλεύσασθαι μὲν τοὺς ἄρχοντας συγκαλεῖν τοὺς Ἀχαιοὺς εἰς ἐκκλησίαν, κωλύεσθαι δ ὑπὸ τῶν νόμων διὰ τὸ μήτε γράμματα φέρειν αὐτὸν παρὰ τῆς συγκλήτου μήτε τὰς ἐντολὰς ἐγγράπτους ἐθέλειν δοῦναι τοῖς ἄρχουσιν.

ὧν ῥηθέντων ἀναστὰς Καικίλιος τῶν τε περὶ τὸν Φιλοποίμενα καὶ Λυκόρταν κατηγόρησεν καὶ καθόλου τῶν Ἀχαιῶν καὶ τῆς οἰκονομίας, ᾗ περὶ τῆς τῶν Λακεδαιμονίων ἐκέχρηντο πόλεως.

ἡ δὲ σύγκλητος διακούσασα τῶν λεγομένων ἔδωκε τοῖς Ἀχαιοῖς ἀπόκρισιν ὅτι περὶ μὲν τῶν κατὰ Λακεδαίμονα πέμψει τοὺς ἐπισκεψομένους:

τοῖς δὲ πρεσβευταῖς τοῖς αἰεὶ παρ ἑαυτῶν ἐκπεμπομένοις παρῄνει προσέχειν τὸν νοῦν καὶ καταδοχὴν ποιεῖσθαι τὴν ἁρμόζουσαν, καθάπερ καὶ Ῥωμαῖοι ποιοῦνται τῶν παραγινομένων πρὸς αὐτοὺς πρεσβευτῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION