- 텍스트

Polybius, Histories, book 14, chapter 3

(폴리비오스, Histories, book 14, chapter 3)

Ὁ δὲ Σόφαξ ταῦτα διακούσας ἔφερε μὲν δυσχερῶς διὰ τὸ προκατηλπικέναι περὶ τῶν διαλύσεων, συνῄει δὲ πρὸς τὸν Ἀσδρούβαν εἰς λόγους, καὶ διεσάφει τὰ παρὰ τῶν Ῥωμαίων αὐτῷ προσαγγελλόμενα.? περὶ ὧν πολλὰ διαπορήσαντες ἐβουλεύοντο πῶς σφίσι καθήκει χρῆσθαι τοῖς ἑξῆς πράγμασι, πλεῖστον ἀπέχοντες ταῖς ἐννοίαις καὶ ταῖς ἐπιβολαῖς τοῦ μέλλοντος:

περὶ φυλακῆς μὲν γὰρ ἢ τοῦ πείσεσθαί τι δεινὸν οὐδ ἡντινοῦν εἶχον πρόληψιν, περὶ δὲ τοῦ δρᾶσαί τι καὶ προκαλέσασθαι τοὺς πολεμίους εἰς ὁμαλὸν τόπον πολλή τις ἦν αὐτῶν ὁρμὴ καὶ προθυμία.

τῶν δὲ χιλιάρχων τοὺς ἐπιτηδειοτάτους καὶ πιστοτάτους καλέσας περὶ μέσον ἡμέρας ἐξέθηκε τὴν ἐπιβολήν, καὶ παρήγγειλε δειπνοποιησαμένους καθ ὡρ´αν ἐξάγειν τὰ στρατόπεδα πρὸ τοῦ χάρακος, ἐπειδὰν κατὰ τὸν ἐθισμὸν οἱ σαλπιγκταὶ σημαίνωσιν ἅμα πάντες:

ἔστι γὰρ ἔθος Ῥωμαίοις κατὰ τὸν τοῦ δείπνου καιρὸν τοὺς βυκανητὰς καὶ σαλπιγκτὰς πάντας σημαίνειν παρὰ τὴν τοῦ στρατηγοῦ σκηνήν, χάριν τοῦ τὰς νυκτερινὰς φυλακὰς κατὰ τὸν καιρὸν τοῦτον ἵστασθαι κατὰ τοὺς ἰδίους τόπους.

μετὰ δὲ ταῦτα τοὺς κατασκόπους ἀνακαλεσάμενος, οὓς ἐτύγχανε διαπεμπόμενος εἰς τὰ τῶν πολεμίων στρατόπεδα, συνέκρινε καὶ διηρεύνα τὰ λεγόμενα περί τε τῶν προσβάσεων καὶ τῶν εἰσόδων τῶν εἰς τὰς παρεμβολάς, χρώμενος ἐπικριτῇ τῶν λεγομένων καὶ συμβούλῳ Μασαννάσᾳ διὰ τὴν τῶν τόπων ἐμπειρίαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION