- 텍스트

Plutarch, Titus Flamininus, chapter 19

(플루타르코스, Titus Flamininus, chapter 19)

ἐπὶ τούτῳ Κάτων τιμητὴς γενόμενος καὶ καθαίρων τὴν σύγκλητον ἀπήλασε τῆς βουλῆς τὸν Λεύκιον, ὑπατικοῦ μὲν ἀξιώματος ὄντα, συνατιμοῦσθαι δὲ τοῦ ἀδελφοῦ δοκοῦντος αὐτῷ.? διὸ καὶ προελθόντες εἰς τὸν δῆμον ἀμφότεροι ταπεινοὶ καὶ δεδακρυμένοι μέτρια δεῖσθαι τῶν πολιτῶν ἐδόκουν, ἀξιοῦντες αἰτίαν εἰπεῖν τὸν Κάτωνα καὶ λόγον, ᾧ χρησάμενος οἶκον ἔνδοξον ἀτιμίᾳ τοσαύτῃ περιβέβληκεν. οὐδὲν οὖν ὑποστειλάμενος ὁ Κάτων προῆλθε, καὶ καταστὰς μετὰ τοῦ συνάρχοντος ἠρώτησε τὸν Τίτον εἰ γινώσκει τὸ συμπόσιον.

ὁ δὲ Τίτος τῇ συμφορᾷ τοῦ ἀδελφοῦ περιπαθῶν συνέστη μετὰ τῶν πάλαι μισούντων τὸν Κάτωνα καὶ πάσας μὲν ἃς ἐκεῖνος ἐποιήσατο τῶν δημοσίων ἐκδόσεις καὶ μισθώσεις καὶ ὠνὰς ἠκύρωσε καὶ ἀνέλυσεν ἐν τῇ βουλῇ κρατήσας, πολλὰς δὲ καὶ μεγάλας δίκας κατ αὐτοῦ παρεσκεύασεν, οὐκ οἶδὲ ὅπως εὖ καὶ πολιτικῶς πρὸς ἄρχοντα νόμιμον καὶ πολίτην ἄριστον ὑπὲρ ἀνδρὸς οἰκείου μέν, ἀναξίου δὲ καὶ τὰ προσήκοντα πεπονθότος ἀνήκεστον ἔχθραν ἀράμενος.

οὐ μὴν ἀλλὰ τοῦ Ῥωμαίων ποτὲ δήμου θέαν ἔχοντος ἐν τῷ θεάτρῳ καὶ τῆς βουλῆς, ὥσπερ εἰώθε, κόσμῳ προκαθημένης, ὀφθεὶς ὁ Λεύκιος ἐπ ἐσχάτοις που καθήμενος ἀτίμως καὶ ταπεινῶς οἶκτον ἔσχε:

καὶ τὸ πλῆθος οὐκ ἠνέσχετο τὴν ὄψιν, ἀλλ ἐβόων μεταβῆναι κελεύοντες, ἑώς μετέβη, δεξαμένων αὐτὸν εἰς ἑαυτοὺς τῶν ὑπατικῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION