호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πλεῖστον δὲ ἀγῶνα καὶ πόνον αὐτῷ παρεῖχον αἱ περὶ Χαλκιδέων δεήσεις πρὸς τὸν Μάνιον, ἐν ὀργῇ γεγονότων διὰ τὸν γάμον ὃν παρ αὐτῶν ἔγημεν Ἀντίοχος ἤδη τοῦ πολέμου συνεστῶτος, οὐ καθ ὡρ´αν οὐδὲ κατὰ καιρόν, ἀλλ ἐρασθεὶς ἀνὴρ πρεσβύτερος κόρης, ἣ θυγάτηρ μὲν ἦν Κλεοπτολέμου, καλλίστη δὲ λέγεται παρθένων γενέσθαι, τοῦτο τοὺς Χαλκιδεῖς ἐποίησε βασιλίσαι προθυμότατα καὶ τὴν πόλιν αὐτῷ πρὸς τὸν πόλεμον ὁρμητήριον παρασχεῖν.? ἐκεῖνος μὲν οὖν ὡς τάχιστα μετὰ τὴν μάχην φεύγων προσέμιξε τῇ Χαλκίδι, τήν τε κόρην ἀναλαβὼν καὶ τὰ χρήματα καὶ τοὺς φίλους εἰς Ἀσίαν ἀπέπλευσε: τὸν δὲ Μάνιον εὐθὺς ἐπὶ τοὺς Χαλκιδεῖς σὺν ὀργῇ πορευόμενον ὁ Τίτος παρακολουθῶν ἐμάλαττε καὶ παρῃτεῖτο καί τέλος ἔπεισε καὶ κατεπράϋνεν, αὐτοῦ τε καὶ τῶν ἐν τέλει Ῥωμαίων δεόμενος.
"ὁ δῆμος Τίτῳ καὶ Ἀπόλλωνι τὸ Δελφίνιον.
ἔτι δὲ καὶ καθ ἡμᾶς ἱερεὺς χειροτονητὸς ἀπεδείκνυτο Τίτου, καὶ θύσαντες αὐτῷ τῶν σπονδῶν γενομένων ᾄδουσι παιᾶνα πεποιημένον, οὗ τἆλλα διὰ μῆκος ἡμεῖς παρέντες ἀνεγράψαμεν ἃ παυόμενοι τῆς ᾠδῆς λέγουσι:
πίστιν δὲ Ῥωμαίων σέβομεν, τὰν μεγαλευκτοτάταν ὁρ´κοις φυλάσσειν: μέλπετε κοῦραι, Ζῆνα μέγαν Ῥώμαν τε Τίτον θ ἅμα Ῥωμαίων τε πίστιν ἰήϊε Παιάν, ὦ Τίτε σῶτερ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기