호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα δὴ τοὺς Ἕλληνας ὑπῄει:? καὶ τὰ τῶν ἔργων ὁμολογοῦντα τοῖς κηρύγμασιν. ἅμα γὰρ ἐξέπεμπεν ὁ Τίτος Λέντλον μὲν εἰς Ἀσίαν Βαργυλιήτας ἐλευθερώσοντα, Στερτίνιον δὲ εἰς Θρᾴκην τὰς αὐτόθι πόλεις καὶ νήσους ἀπαλλάξοντα τῶν Φιλίππου φρουρῶν. Πόπλιος δὲ Οὐίλλιος ἔπλει διαλεξόμενος Ἀντιόχῳ περὶ τῆς τῶν ὑπ αὐτὸν Ἑλλήνων ἐλευθερίας. αὐτὸς δὲ ὁ Τίτος εἰς Χαλκίδα παρελθών, εἶτα πλεύσας ἐκεῖθεν ἐπὶ Μαγνησίαν, ἐξῆγε τὰς φρουρὰς καὶ τὰς πολιτείας ἀπεδίδου τοῖς δήμοις.
ἀγωνοθέτης δὲ Νεμείων ἀποδειχθεὶς ἐν Ἄργει τήν τε πανήγυριν ἄριστα διέθηκε, καὶ πάλιν ἐκεῖ τοῖς Ἕλλησι τήν ἐλευθερίαν ὑπὸ κήρυκος ἀνεῖπεν. ἐπιφοιτῶν τε ταῖς πόλεσιν εὐνομίαν ἅμα καὶ δίκην πολλὴν ὁμόνοιάν τε καὶ φιλοφροσύνην πρὸς ἀλλήλους παρεῖχε, καταπαύων μὲν τὰς στάσεις, κατάγων δὲ τὰς φυγάς, ἀγαλλόμενος δὲ τῷ πείθειν καὶ διαλλάσσειν τοὺς Ἕλληνας οὐχ ἧττον ἢ τῷ κεκρατηκέναι τῶν Μακεδόνων, ὥστε μικρότατον ἤδη τήν ἐλευθερίαν δοκεῖν ὧν εὐεργετοῦντο.
"τῷ πατρὶ χάριν ἀποδίδωμι:
οὐ γὰρ προσδεχόμενοι μόνον τοὺς ἡγεμόνας αὐτῶν, ἀλλὰ καὶ μεταπεμπόμενοι καὶ καλοῦντες ἐνεχείριζον αὑτούς, οὐδὲ δῆμοι καὶ πόλεις, ἀλλὰ καὶ βασιλεῖς ὑφ ἑτέρων ἀδικούμενοι βασιλέων κατέφευγον εἰς τὰς ἐκείνων χεῖρας, ὥστε ἐν βραχεῖ χρόνῳ, τάχα που καὶ θεοῦ συνεφαπτομένου, πάντ αὐτοῖς ὑπήκοα γενέσθαι, καὶ αὐτὸς δὲ μέγιστον ἐφρόνησεν ἐπὶ τῇ τῆς Ἑλλάδος ἐλευθερώσει, ἀνατιθεὶς γὰρ εἰς Δελφοὺς ἀσπίδας ἀργυρᾶς καὶ τὸν ἑαυτοῦ θυρεόν ἐπέγραψε:
Ζηνὸς ἰὼ κραιπναῖσι γεγαθότες ἱπποσύναισι κοῦροι, ἰὼ Σπάρτας Τυνδαρίδαι βασιλεῖς, Αἰνεάδας Τίτος ὔμμιν ὑπέρτατον ὤπασε δῶρον.
Ἑλλἠνωντεύξας παισὶν ἐλευθερίαν. ἀνέθηκε δὲ καὶ χρυσοῦν τῷ Ἀπόλλωνι στέφανον ἐπιγράψας.
τόνδε τοι ἀμβροσίοισιν ἐπὶ πλοκάμοισιν ἐοίκε κεῖσθαι, Λατοϊ´δα, χρυσοφαῆ στέφανον, ὃν πόρεν Αἰνεαδᾶν ταγὸς μέγας. ἀλλ, ἑκάεργε, ἀλκᾶς τῷ θείῳ κῦδος ὄπαζε Τίτῳ. τῇ δ οὖν Κορινθίων πόλει πρὸς τοὺς Ἕλληνας τὸ αὐτὸ δὶς ἤδη συμβέβηκε:
καὶ γὰρ Τίτος ἐν Κορίνθῳ τότε καὶ Νέρων αὖθις καθ ἡμᾶς ἐν Κορίνθῳ παραπλησίως Ἰσθμίων ἀγομένων τοὺς Ἕλληνας ἐλευθέρους καὶ αὐτονόμους ἀφῆκαν, ὁ μὲν διὰ κήρυκος, ὡς εἴρηται, Νέρων δὲ αὐτὸς ἐπὶ τῆς ἀγορᾶς ἀπὸ βήματος ἐν τῷ πλήθει δημηγορήσας. ἀλλὰ ταῦτα μὲν ὕστερον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기