- 텍스트

Plutarch, Titus Flamininus, chapter 9

(플루타르코스, Titus Flamininus, chapter 9)

πρῶτον μὲν οὖν ἐγένοντο λοιδορίαι καὶ διαφοραὶ πρὸς ἀλλήλους αὐτοῖς:? ἐκ δὲ τούτων μᾶλλον ἀεὶ τὸν Τίτον ἐλύπουν ἑαυτοῖς ἀνατιθέντες τὸ νίκημα καὶ τῇ φήμῃ προκαταλαμβάνοντες τοὺς Ἕλληνας, ὥστε καὶ γράφεσθαι καὶ ᾄδεσθαι προτέρους ἐκείνους ὑπὸ ποιητῶν καὶ ἰδιωτῶν ὑμνούντων τὸ ἔργον, ὧν μάλιστα διὰ στόματος ἦν τουτὶ τὸ ἐπίγραμμα: Ἄκλαυστοι καὶ ἄθαπτοι, ὁδοιπόρε, τῷδ ἐπὶ νώτῳ Θεσσαλίης τρισσαὶ κείμεθα μυριάδες, Αἰτωλῶν δμηθέντες ὑπ Ἄρεος ἠδὲ Λατίνων, οὓς Τίτος εὐρείης ἤγαγ ἀπ Ἰταλίης, Ἠμαθίῃ μέγα πῆμα.

τὸ δὲ θρασὺ κεῖνο Φιλίππου πνεῦμα θοῶν ἐλάφων ᾤχετ ἐλαφρότερον. τοῦτο ἐποίησε μὲν Ἀλκαῖος ἐφυβρίζων Φιλίππῳ καὶ τὸν ἀριθμὸν τῶν ἀποθανόντων ἐπιψευσάμενος, λεγόμενον δὲ πολλαχοῦ καὶ ὑπὸ πολλῶν μᾶλλον ἠνία τὸν Τίτον ἢ τὸν Φίλιππον.

ὁ μὲν γὰρ ἀντικωμῳδῶν τὸν Ἀλκαῖον τῷ ἐλεγείῳ παρέβαλεν αφλοιος καὶ ἄφυλλος, ὁδοιπόρε, τῷδ ἐπὶ νώτῳ Ἀλκαίῳ σταυρὸς πήγνυται ἠλίβατος: τὸν δὲ Τίτον φιλοτιμούμενον πρὸς τοὺς Ἕλληνας οὐ μετρίως παρώξυνε τὰ τοιαῦτα, διὸ καὶ τὰ ὑπόλοιπα τῶν πραγμάτων ἔπραττε καθ ἑαυτόν, ἐλάχιστα φροντίζων τῶν Αἰτωλῶν.

οἱ δὲ ἤχθοντο, καὶ προσδεξαμένου λόγους αὐτοῦ καὶ πρεσβείαν ἐπὶ συμβάσεσι παρὰ τοῦ Μακεδόνος, τοῦτο ἐκεῖνοι περιϊόντες ἐπὶ τὰς ἄλλας πόλεις ἐβόων, πωλεῖσθαι τὴν εἰρήνην Φιλίππῳ, παρὸν ἐκκόψαι τὸν πόλεμον ἄρδην καὶ ἀνελεῖν ἀρχὴν ὑφ ἧς πρώτης ἐδουλώθη τὸ Ἑλληνικόν. ταῦτα τῶν Αἰτωλῶν λεγόντων καὶ διαταραττόντων τοὺς συμμάχους, αὐτὸς ὁ Φίλιππος ἐλθὼν πρὸς τὰς διαλύσεις ἀνεῖλε τὴν ὑποψίαν, ἐπιτρέψας τῷ Τίτῳ καὶ Ῥωμαίοις τὰ καθ αὑτόν, καὶ οὕτω καταλύεται τὸν πόλεμον ὁ Τίτος:

εἰ μὴ τοῦτο προϊδὼν ὁ Τίτος ἐμφρόνως ἐνέδωκε πρὸς τὰς διαλύσεις, ἀλλὰ τὸν Φιλιππικὸν ὁ Ἀντιοχικὸς κατειλήφει πόλεμος ἐν τῇ Ἑλλάδι, καὶ συνέστησαν ὑπ αἰτιῶν ἀμφότεροι κοινῶν οἱ μέγιστοι τῶν τότε καὶ δυνατώτατοι βασιλέων ἐπὶ τὴν Ῥώμην, ἔσχεν ἂν ἀγῶνας ἐξ ὑπαρχῆς καὶ κινδύνους τῶν πρὸς Ἀννίβαν οὐκ ἐλάττους.

νῦν δὲ τῶν πολέμων μέσην κατὰ καιρὸν ἐμβαλὼν τὴν εἰρήνην ὁ Τίτος, καὶ πρὶν ἄρξασθαι τὸν μέλλοντα διακόψας τὸν παρόντα, τοῦ μὲν τὴν ἐσχάτην ἐλπίδα, τοῦ δὲ τὴν πρώτην ὑφεῖλεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION