호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ζῴῳ γὰρ ἡ φάλαγξ ἐοίκεν ἀμάχῳ τὴν ἰσχύν, ἑώς ἕν ἐστι σῶμα καὶ τηρεῖ τὸν συνασπισμὸν ἕν τάξει μιᾷ.? διαλυθείσης δὲ καὶ τὴν καθ ἕνα ῥώμην ἀπόλλυσι τῶν μαχομένων ἕκαστος διά τε τὸν τρόπον τῆς ὁπλίσεως καὶ ὅτι παντὸς ὅλου τοῖς παρ ἀλλήλων μέρεσι μᾶλλον ἢ δι αὑτὸν ἰσχύει, τραπομένων δὲ τούτων οἱ μὲν ἐδίωκον τοὺς φεύγοντας, οἱ δὲ τοὺς μαχομένους τῶν Μακεδόνων παρεκδραμόντες ἐκ πλαγίων ἔκτεινον, ὥστε ταχὺ καὶ τοὺς νικῶντας περισπᾶσθαι καὶ φεύγειν τὰ ὅπλα καταβάλλοντας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기