호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Φιλίππου δὲ πρέσβεις πέμψαντος εἰς Ῥώμην ἀπέστειλε καὶ ὁ Τίτος παρ αὑτοῦ τοὺς πράξοντας ὅπως ἐπιψηφίσηται ἡ σύγκλητος χρόνον αὐτῷ τοῦ πολέμου μένοντος, εἰ δὲ μή, δι ἐκείνου τὴν εἰρήνην γενέσθαι, φιλότιμος γὰρ ὧν ἰσχυρῶς ἐδεδίει πεμφθέντος ἐπὶ τὸν πόλεμον ἑτέρου στρατηγοῦ τὴν δόξαν ἀφαιρεθῆναι.? διαπραξαμένων δὲ τῶν φίλων αὐτῷ μήτε τὸν Φίλιππον ὧν ἔχρῃζε τυχεῖν καὶ τοῦ πολέμου τὴν ἡγεμονίαν ἐκείνῳ φυλαχθῆναι, δεξάμενος τὸ δόγμα καὶ ταῖς ἐλπίσιν ἐπαρθείς εὐθὺς εἰς Θετταλίαν ἐπὶ τὸν Φιλίππου πόλεμον ὡρ´μησεν, ὑπὲρ ἑξακισχιλίους καὶ δισμυρίους ἔχων στρατιώτας, ὧν Αἰτωλοὶ πεζοὺς ἑξακισχιλίους καὶ ἱππεῖς τετρακοσίους παρεῖχον.
ἦν δὲ καὶ τοῦ Φιλίππου τὸ στράτευμα τῷ πλήθει παραπλήσιον. ἐπεὶ δὲ βαδίζοντες ἐπ ἀλλήλους καὶ γενόμενοι περὶ τὴν Σκοτοῦσαν ἐνταῦθα διακινδυνεύειν ἔμελλον, οὐχ, ὅπερ εἰκὸς ἦν, πρὸς δέους ἔλαβον οἱ στρατοὶ τὴν ἀλλήλων γειτνίασιν, ἀλλὰ καὶ μᾶλλον ὁρμῆς καὶ φιλοτιμίας ἐπληροῦντο, Ῥωμαῖοι μὲν, εἰ Μακεδόνων κρατήσουσιν, ὧν ὄνομα δι Ἀλέξανδρον ἀλκῆς καὶ δυνάμεως πλεῖστον ἦν παρ αὐτοῖς, Μακεδόνες δὲ Ῥωμαίους Περσῶν ἡγούμενοι διαφέρειν ἤλπιζον, εἰ περιγένοιντο, λαμπρότερον ἀποδείξειν Ἀλεξάνδρου Φίλιππον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기