호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκ τούτου πυραμοῦντος ἐπῆραν τουτ ἐσπᾶσι νικητήριον ὀρχήσεως: ἀπεδείχθη δὲ κριτὴς μετὰ Μενίσκου τοῦ παιδοτρίβου Λαμπρίας ὁ ἀδελφός:
ὠρχήσατο γὰρ πιθανῶς τὴν πυρρίχην καὶ χειρονομῶν ἐν ταῖς παλαίστραις ἐδόκει διαφέρειν τῶν παίδων. δύο τοὺς εὐδοκίμους καὶ βουλομένους ἀνασῴζειν τὴν ἐμμέλειαν ἠξίουν τινὲς ὀρχεῖσθαι φορὰν παρὰ φοράν.
διελθεῖν.
ἔφη δὲ τρία εἶναι, τὴν φορὰν καὶ τὸ σχῆμα καὶ τὴν δεῖξιν. ἡ γὰρ ὄρχησις ἔκ τε κινήσεων καὶ σχέσεων συνέστηκεν, ὡς τὸ μέλος τῶν φθόγγων καὶ τῶν διαστημάτων ἐνταῦθα δ αἱ μοναὶ πέρατα τῶν κινήσεών εἰσι.
φορὰς μὲν οὖν τὰς κινήσεις ὀνομάζουσι, σχήματα δὲ σχέσεις καὶ διαθέσεις, εἰς ἃς φερόμεναι τελευτῶσιν αἱ κινήσεις, ὅταν Ἀπόλλωνος ἢ Πανὸς ἤ τινος Βάκχης σχῆμα διαθέντες ἐπὶ τοῦ σώματος γραφικῶς τοῖς εἴδεσιν ἐπιμένωσι. τὸ δὲ τρίτον, ἡ δεῖξις, οὐ μιμητικόν ἐστιν, ἀλλὰ δηλωτικὸν ἀληθῶς τῶν ὑποκειμένων ὡς γὰρ οἱ ποιηταὶ τοῖς κυρίοις ὀνόμασι δεικτικῶς χρῶνται, τὸν Ἀχιλλέα καὶ τὸν Ὀδυσσέα καὶ τὴν γῆν καὶ τὸν οὐρανὸν ὀνομάζοντες, ὡς ὑπὸ τῶν πολλῶν λέγονται:
"ἴσας ὑσμίνη κεφαλὰς, ἔχειν:
ὁ πετόμενος ἱερὸν ἀνὰ Διὸς αἰθέρα γοργοφόνος, καὶ περὶ τοῦ ἵππου Πίνδαρος ὅτε παρ Ἀλφεῷ σύτο δέμας ἀκέντητον ἐν δρόμοισι παρέχων καὶ Ὅμηρος ἐπὶ τῆς ἱπποδρομίας ἁρ´ματα δ αὖ χαλκῷ πεπυκασμένα κασσιτέρῳ τε ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον:
οὕτως ἐν ὀρχήσει τὸ μὲν σχῆμα μιμητικόν ἐστι μορφῆς καὶ ἰδέας, καὶ πάλιν ἡ φορὰ πάθους τινὸς ἐμφαντικὸν ἢ πράξεως ἢ δυνάμεως:
ταῖς δὲ δείξεσι κυρίως αὐτὰ δηλοῦσι τὰ πράγματα, τὴν γῆν, τὸν οὐρανόν, αὐτοὺς τοὺς πλησίον:
ὡς τὰ τοιαῦτα καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρὸν τ Ἀφροδίτην Ἥρην τε χρυσοστέφανον καλήν τε Διώνην:
καὶ Ἕλληνος δ ἐγένοντο θεμιστοπόλοι βασιλῆες, Δῶρός τε ,Ξοῦθός τε καὶ Αἰόλος ἱππιοχάρμης εἰ δὲ μή, τοῖς ἄγαν πεζοῖς καὶ κακομέτροις, ὡς τὰ τοιαῦτα ἐγένοντο τοῦ μὲν Ἡρακλῆς τοῦ δ Ἴφικλος:
τῆς δὲ πατὴρ καὶ ἀνὴρ καὶ παῖς βασιλεῖς, καὶ ἀδελφοί, καὶ πρόγονοι:
κλῄζει δ Ἑλλὰς Ὀλυμπιάδα.
τοιαῦτα γὰρ ἁμαρτάνεται καὶ περὶ τὴν ὄρχησιν ἐν ταῖς δείξεσιν, ἂν πιθανότητα μηδὲ χάριν μετ εὐπρεπείας καὶ ἀφελείας ἔχωσι. καὶ ὅλως ἔφη μεταθήσειν τὸ Σιμωνίδειον ἀπὸ τῆς ζωγραφίας ἐπὶ τὴν ὄρχησιν: ποίησιν γὰρ εἶναι τὴν ὄρχησιν σιωπῶσαν, καὶ φθεγγομένην ὄρχησιν πάλιν τὴν ποίησιν:
ὅθεν εἶπεν οὔτε γραφικῇ μετεῖναι ποιητικῆς οὔτε ποιητικῇ γραφικῆς, οὐδὲ χρῶνται τὸ παράπαν ἀλλήλαις. καὶ μέθεξις ἀλλήλων ἐστί, καὶ μάλιστα μιμούμεναι περὶ τὸ ὑπορχημάτων γένος ἐνεργὸν ἀμφότεραι τὴν διὰ τῶν σχημάτων καὶ τῶν ὀνομάτων μίμησιν ἀποτελοῦσι.
δόξειε δ ἂν ὥσπερ ἐν γραφικῇ τὰ μὲν ποιήματα τοῖς χρώμασιν ἑοικέναι τὰ δ ὀρχήματα ταῖς γραμμαῖς, ὑφ ὧν ὁρίζεται τὰ εἴδη.
δηλοῖ δ ὁ μάλιστα κατωρθωκέναι δόξας ἐν ὑπορχήμασι καὶ γεγονέναι πιθανώτατος ἑαυτοῦ τὸ δεῖσθαι τὴν ἑτέραν τῆς ἑτέρας τὸ γάρ ἀπέλαστον ἵππον ἢ κύνα Ἀμυκλαίαν ἀγωνίῳ ἐλελιζόμενος ποδὶ μίμεο καμπύλον μέλος διώκων:
καὶ τὰ ἑξῆς μονονοὺ λειόθεν τὴν ἐν ὀρχήσει διάθεσιν τὰ ποιήματα καὶ παρακαλεῖν τὼ χεῖρε καὶ τὼ πόδε, μᾶλλον δ ὅλον ὥσπερ τισὶ μηρίνθοις ἕλκειν τὸ σῶμα τοῖς μέλεσι καὶ ἐντείνειν, τούτων δὲ λεγομένων καὶ ᾀδομένων, ἡσυχίαν ἄγειν μὴ δυναμένοις.
αὐτὸς γοῦν ἑαυτὸν οὐκ αἰσχύνεται περὶ τὴν ὄρχησιν οὐχ ἧττον ἢ τὴν ποίησιν ἐγκωμιάζων, ὅταν δὲ γηρῶσαι νῦν ἐλαφρὸν ὄρχημ ἀοιδᾷ ποδῶν μιγνύμεν, Κρῆτα μιν καλέοισι τρόπον.
ἀλλ οὐδὲν οὕτως τὸ νῦν ἀπολέλαυκε τῆς κακομουσίας ὡς ἡ ὄρχησις.
διὸ καὶ πέπονθεν ὃ φοβηθεὶς Ἴβυκος ἐποίησε δέδοικα μή τι πὰρ θεοῖς ἀμπλακὼν τιμὰν πρὸς ἀνθρώπων ἀμείψω. τῶν μὲν ἐμπλήκτων καὶ ἀνοήτων κρατεῖ θεάτρων, ὥσπερ τύραννος ὑπήκοον ἑαυτῇ πεποιημένη μουσικὴν ὀλίγου δεῖν ἅπασαν, τὴν δὲ παρὰ τοῖς νοῦν ἔχουσι καὶ θείοις ἀνδράσιν ὡς ἀληθῶς τιμὴν ἀπολώλεκε.
ταῦτα σχεδόν, ὦ Σόσσιε Σενεκίων, τελευταῖα τῶν ἐν τοῖς Μουσείοις τότε παρ Ἀμμωνίῳ τῷ ἀγαθῷ φιλολογηθέντων.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기