호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ταύτην· "ἐπεὶ τοίνυν ἐνίκησε μὲν οὐκ ἀνεῖλε δ ὁ Μενέλαος, μεταλαβόντες ἑκάτεροι τὴν ἀξίωσιν ἰσχυρίζονται τοῖς τῶν πολεμίων, οἱ μὲν ὡς νενικημένου τοῦ Πάριδος ἀπαιτοῦντες, οἱ δ ὡς μὴ τεθνηκότος οὐκ ἀποδιδόντες. "ἅμα καὶ τούτοις προβάλλων διὸ τὸν νοῦν ἤδη προσεχέτωσαν. "ὁ γὰρ Ἀλέξανδρος ἐπὶ ῥητοῖς δήπου πεποίηται τὴν πρόκλησιν οὕτως αὐτὰρ ἔμ ἐν μέσσῳ καὶ ἀρηίφιλον Μενέλαον συμβάλετ ἀμφ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι. "ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, κτήμαθ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ ἀγέσθω: "καὶ πάλιν ὁ Ἕκτωρ ἀναγορεύων καὶ τιθεὶς εἰς μέσον πᾶσι τὴν πρόκλησιν αὐτοῦ μονονουχὶ τοῖς αὐτοῖς ὀνόμασι κέχρηται: "ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς τεύχεα κάλ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ, αὐτὸν δ ἐν μέσσῳ καὶ ἀρηίφιλον Μενέλαον οἰούς ἀμφ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι. "τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ ἕποιτο. "δεξαμένου δὲ τοῦ Μενελάου, ποιοῦνται τὰς συνθήκας ἐνόρκους, ἐξάρχει δ Ἀγαμέμνων εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ, αὐτὸς ἔπειθ Ἑλένην ἀγέτω καὶ κτήματα πάντα: "εἰ δὲ κ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος, κτήμαθ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ ἀγέσθω. οὐδὲ γραμματικῶν, ἀλλὰ ῥητόρων ἔργον ἐστὶ φιλογραμματούντων ὥσπερ ὑμεῖς καὶ φιλοσοφούντων.
" ὁ μὲν οὖν Σῶσπις ἔφη κυριώτερον εἶναι τὸν τοῦ προκεκλημένου λόγον, ὥσπερ νόμον:
"ἐκεῖνος γάρ, ἐφ οἷς διαγωνιοῦνται, κατήγγειλεν: "οἱ δὲ δεξάμενοι καὶ ὑπακούσαντες οὐκέτι κύριοι προστιθέντες. "ἡ δὲ πρόκλησις οὐ περὶ φόνου καὶ θανάτου γέγονεν, ἀλλὰ περὶ νίκης καὶ ἣττης: "καὶ μάλα δικαίως. "ἔδει γὰρ τὴν γυναῖκα τοῦ κρείττονος εἶναι, κρείττων δ ὁ νικῶν, ἀποθνήσκειν δὲ πολλάκις συμβαίνει κἀγαθοῖς ὑπὸ κακῶν, ὡς ὕστερον Ἀχιλλεὺς ἀπέθανεν τοξευθεὶς ὑπὸ Πάριδος: "καὶ οὐκ ἂν οἶμαι φαίημεν Ἀχιλλέως ἧτταν γεγονέναι τὸν θάνατον οὐδὲ νίκην ἀλλ ἄδικον εὐτυχίαν τοῦ βάλλοντος. "ἀλλ ὁ Ἕκτωρ ἥττητο καὶ πρὶν ἀποθνήσκειν, μὴ δεξάμενος ἀλλὰ δείσας καὶ φυγὼν ἐπερχομένου τοῦ Ἀχιλλέως: "ὁ γὰρ ἀπειπάμενος καὶ φυγὼν ἧτταν ἀπροφάσιστον ἣττηται καὶ συγκεχώρηκε κρείττονα τὸν ἀντίπαλον εἶναι. "διὸ πρῶτον μὲν ἡ Ἶρις ἐξαγγέλλουσα τῇ Ἑλένῃ φησὶ μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις ἔπειθ ὁ Ζεὺς τῷ Μενελάῳ τῆς μάχης τὸ βραβεῖον ἀπέδωκεν εἰπών νίκη μὲν φαίνετ ἀρηιφίλου Μενελάου. "γελοῖον γάρ, εἰ τὸν μὲν Ποδῆν ἐνίκησε πόρρωθεν ἀκοντίσας μὴ προσδοκήσαντα μηδὲ φυλαξάμενον, τοῦ δ ἀπειπαμένου καὶ δραπετεύσαντος καὶ καταδύντος εἰς τοὺς κόλπους τῆς γυναικὸς ἐσκυλευμένου ζῶντος, οὐκ ἄξιος ἦν τὰ νικητήρια φέρεσθαι, κατὰ τὴν αὐτοῦ πρόκλησιν ἐκείνου κρείττων φανεὶς καὶ περιγενόμενος. ὑπολαβὼν δ ὁ Γλαυκίας ἔφη πρῶτον μὲν ἔν τε δόγμασι καὶ νόμοις ἔν τε συνθήκαις καὶ ὁμολογίαις κυριώτερα τὰ δεύτερα νομίζεσθαι καὶ βεβαιότερα τῶν πρώτων:
Ἀγαμέμνονος ὁμολογίαι τέλος ἔχουσαι θάνατον, οὐχὶ ἧτταν τοῦ κρατηθέντος.
ἔπειτ ἐκείνη μὲν λόγοις, αὗται δὲ καὶ μεθ ὁρ´κων εἵποντο καὶ προσῆσαν ἀραὶ τοῖς παραβαίνουσιν, οὐχ ἑνὸς ἀνδρὸς ἀλλὰ πάντων ἀποδεχομένων καὶ συνομολογούντων: ὥστε ταῦτα γεγονέναι κυρίως ὁμολογίας, ἐκείνας δὲ μόνας προκλήσεις.
μαρτυρεῖ δ ὁ Πρίαμος, μετὰ τὰ ὁρ´κια τοῦ ἀγῶνος ἀπιὼν, καί, Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν: ᾔδει γὰρ ἐπὶ τούτοις τὰς ὁμολογίας γεγενημένας:
διὸ καὶ μετὰ μικρὸν ὁ Ἕκτωρ φησὶν ὁρ´κια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν:
ἀτελὴς γὰρ ἔμεινεν ὁ ἀγὼν, καὶ πέρας ἀναμφισβήτητον οὐκ εἶχε μηδετέρου πεσόντος.
ὅθεν ἔμοιγε δοκεῖ μηδ ἀντινομικὸν γεγονέναι τὸ ζήτημα, ταῖς δευτέραις ὁμολογίαις τῶν πρώτων ἐμπεριεχομένων ὁ γὰρ ἀποκτείνας νενίκηκεν, οὐ μὴν ὁ νικήσας ἔκτεινεν. τὴν τοῦ Ἕκτορος πρόκλησιν ἀλλ ἐσαφήνισεν, οὐδὲ μετέθηκεν ἀλλὰ προσέθηκε τὸ κυριώτατον, ἐν τῷ κτεῖναι τὸ νικῆσαι θέμενος:
αὕτη γάρ ἐστι νίκη παντελής, αἱ δ ἄλλαι προφάσεις καὶ ἀντιλογίας ἔχουσιν, ὡς ἡ παρὰ Μενελάου μήτε τρώσαντος μήτε διώξαντος.
"φοιτῶν ἀν ὅμιλον εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα μεμαρτύρηκεν ἄκυρον εἶναι καὶ ἀτελῆ νίκην, ἐκείνου διαπεφευγότος:
"οὐδ ἠμνημόνει τῶν ὑπ αὐτοῦ διειρημένων, ἡμέων δ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται, τεθναίη, ἄλλοι δὲ διακρινθεῖτε τάχιστα. "διὸ ζητεῖν μὲν ἀναγκαῖον ἦν αὐτῷ τὸν Ἀλέξανδρον, ὅπως ἀποκτείνας συντελέσῃ τὸ τοῦ ἀγῶνος ἔργον: "μὴ κτείνας δὲ μηδὲ λαβὼν οὐ δικαίως ἀπῄτει τὸ νικητήριον. "οὐδὲ γὰρ ἐνίκησεν, εἰ δεῖ τεκμήρασθαι τοῖς ὑπ αὐτοῦ λεγομένοις, ἐγκαλοῦντος τῷ Διὶ καὶ τὰς ἀποτεύξεις ὀδυρομένου: "Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος: "ἦ τ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος, νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος ἠίχθη παλάμηφιν ἐτώσιον, οὐδ ἔβαλόν μιν αὐτὸς γὰρ ὁμολογεῖ μηδὲν εἶναι τὸ διακόψαι τὸ ἀσπίδιον καὶ λαβεῖν ἀπορρυὲν τὸ κράνος, εἰ μὴ βάλοι μηδ ἀποκτείνειε τὸν πολέμιον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기