호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὡς οὐκ ἦν τὸ ἐρώτημα χλευασμὸς οὐδ ὕβρις: "ἀλλ ἀφείς, ὦ μακάριε, τὸν δυστράπελον Αἰάντα καὶ δυσώνυμον, ὥς φησι Σοφοκλῆς, γενοῦ μετὰ τοῦ Ποσειδῶνος, ὃν αὐτὸς εἰώθας ἱστορεῖν ἡμῖν ἡττώμενον πολλάκις, ἐνταῦθα μὲν ὑπ Ἀθηνᾶς ἐν Δελφοῖς δ ὑπὸ τοῦ Ἀπόλλωνος ἐν Ἄργει δ ὑπὸ τῆς Ἥρας ἐν Αἰγίνῃ δ ὑπὸ τοῦ Διὸς ἐν Νάξῳ δ ὑπὸ τοῦ Διονύσου, πρᾶον δὲ πανταχοῦ καὶ ἀμήνιτον ὄντα περὶ τὰς δυσημερίας: "ἐνταῦθα γοῦν καὶ νεὼ κοινωνεῖ μετὰ τῆς Ἀθηνᾶς, ἐν ᾧ καὶ βωμός ἐστι Λήθης ἱδρυμένος. "ὦ Μενέφυλε, λέληθεν, ὅτι καὶ τὴν δευτέραν τοῦ Βοηδρομιῶνος·
"ἡμέραν ἐξαιροῦμεν οὐ πρὸς τὴν σελήνην, ἀλλ ὅτι ταύτῃ δοκοῦσιν ἐρίσαι περὶ τῆς: "χώρας οἱ θεοί.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기