- 텍스트

Plutarch, Quaestiones Convivales, book 1, Διὰ τί Πλάτων εἰκοστὴν ἔφη τὴν Αἰάντος ψυχὴν ἐπὶ τὸν κλῆρον ἐλθεῖν.? 12:

(플루타르코스, Quaestiones Convivales, book 1, Διὰ τί Πλάτων εἰκοστὴν ἔφη τὴν Αἰάντος ψυχὴν ἐπὶ τὸν κλῆρον ἐλθεῖν. 12:)

κἀκεῖθεν αὖθις ἐπὶ τὰς δευτέρας γενέσεις τρέπονται. "ἂν γὰρ ἔν τινι λόγῳ φαίνηται γεγονὼς ὁ κλῆρος, οὐκέτι γίγνεται κατὰ τύχην οὐδ αὐτομάτως ἀλλ ἔκ τινος εἱμαρμένης καὶ προνοίας. "τί δὴ κωλύει καὶ τὸ εἰκοστὸν εἰρῆσθαι πρὸς τὸ μὴ ἀληθὲς ἀλλ εἰκὸς τοῦ λόγου καὶ πλαττόμενον, ἢ πρὸς τὸν κλῆρον ὡς εἰκῆ καὶ κατὰ τύχην γιγνόμενον· "ἀεὶ μὲν γὰρ ἅπτεται τῶν τριῶν αἰτιῶν, ἅτε δὴ πρῶτος· "ἢ μάλιστα συνιδών, ὅπη τὸ καθ εἱμαρμένην τῷ κατὰ τύχην αὖθίς τε τὸ ἐφ ἡμῖν ἑκατέρῳ καὶ συναμφοτέροις ἐπιμίγνυσθαι καὶ συμπλέκεσθαι πέφυκε. "νῦν δὲ θαυμαστῶς, ἣν ἔχει δύναμιν ἐν τοῖς ἡμετέροις πράγμασιν ἕκαστον, ὑποδεδήλωκε, τὴν μὲν αἱρ´εσιν τῶν βίων τῷ ἐφ ἡμῖν ἀποδιδούς: "ἀρετὴ γὰρ ἀδέσποτον καὶ κακία: "τὸ δ εὖ βιοῦν τοὺς ὀρθῶς ἑλομένους καὶ τἀναντία τοὺς κακῶς εἱμαρμένης ἀνάγκῃ συνάπτων. "αἱ δὲ τῶν κλήρων ἀτάκτως διασπειρομένων ἐπιπτώσεις τὴν τύχην παρεισάγουσι καὶ τροφαῖς καὶ πολιτείαις, ὧν ἕκαστοι λαγχάνουσι, πολλὰ τῶν ἡμετέρων προκαταλαμβάνουσαν. "ὁρ´α δή, μὴ τῶν κατὰ τύχην αἰτίαν ζητεῖν ἄλογόν ἐστιν:

상위

Quaestiones Convivales

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION