호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἰή δ Αἰάντος ψυχὴ Τελαμωνιάδαο: τὰ λοιπὰ μεῖζον φθεγγόμενος ἤδη πρὸς ἐκεῖνον ἐπέραινεν, ἀλλ ἴθι δεῦρο, ἄναξ, ἵν ἔπος καὶ μῦθον ἀκούσῃς ἡμέτερον:
δάμασον δὲ μένος καὶ ἀτειρέα θυμόν: ἔτι δ ἀνώμαλος ὢν ὑπ ὀργῆς ὁ Ὕλας ἀπεκρίνατο σκαιῶς τὴν μὲν Αἰάντος ἔφη ψυχὴν εἰκοστὴν λαχοῦσαν ἐν Αἵδου διαμείψασθαι κατὰ τὸν Πλάτωνα φύσιν λέοντος:
αὑτῷ δὲ πολλάκις παρίσταθαι καὶ τὰ τοῦ κωμικοῦ γέροντος ὄνον γενέσθαι κρεῖττον, ἢ τοὺς χείρονας ὁρᾶν ἑαυτοῦ ζῶντας ἐπιφανέστερον. "ἀλλ ἑώς μέλλομεν ἐνδύεσθαι τὸ κανθήλιον, εἴ τι κήδῃ Πλάτωνος, δίδαξον ἡμᾶς, ᾧτινι λόγῳ τὴν τοῦ Τελαμωνίου ψυχὴν πεποίηκεν ἀπὸ κλήρου βαδίζουσαν εἰκοστὴν ἐπὶ τὴν αἱρ´εσιν:
"τί οὖν·
"οὐ δευτερεῖα μὲν ὁ Αἰάς κάλλους καὶ μεγέθους καὶ ἀνδρείας ἀεὶ φέρεται μετ ἀμύμονα Πηλείωνα, τὰ δ εἴκοσι δευτέρα δεκάς, ἡ δὲ δεκὰς ἐν τοῖς ἀριθμοῖς κράτιστος, ὡς ἐν τοῖς Ἀχαιοῖς ὁ Ἀχιλλεύς· "ὦ Λαμπρία, κείσθω σοι πεπαιγμένα πρὸς Ὕλαν:
"ἡμῖν δὲ μὴ παίζων ἀλλ ἀπὸ σπουδῆς, ἐπεὶ τὸν λόγον ἑκὼν ἐξεδέξω, δίελθε περὶ τῆς αἰτίας. θορυβηθεὶς οὖν ὁ Λαμπρίας, εἶτα χρόνον οὐ πολὺν ἐπισχὼν, ἔφη πολλαχοῦ μὲν ἡμῖν τὸν Πλάτωνα προσπαίζειν διὰ τῶν ὀνομάτων:
ὅπου δὲ μῦθόν τινα τῷ περὶ ψυχῆς λόγῳ μίγνυσι, χρῆσθαι μάλιστα τῷ νῷ. καλεῖν πτηνὸν διὰ τὴν ἐναρμόνιον τοῦ κόσμου περιφοράν, ἐνταῦθά δὲ τὸν αὐτάγγελον τῶν ἐν Αἵδου Πάμφυλον γένος Ἁρμονίου πατρὸς Ἦρα δ αὐτὸν ὀνομάζειν, αἰνιττόμενον ὅτι γεννῶνται μὲν αἱ ψυχαὶ καθ ἁρμονίαν καὶ συναρμόττονται τοῖς σώμασιν, ἀπαλλαγεῖσαι δὲ συμφέρονται πανταχόθεν εἰς τὸν ἀέρα:
κἀκεῖθεν αὖθις ἐπὶ τὰς δευτέρας γενέσεις τρέπονται.
"ἂν γὰρ ἔν τινι λόγῳ φαίνηται γεγονὼς ὁ κλῆρος, οὐκέτι γίγνεται κατὰ τύχην οὐδ αὐτομάτως ἀλλ ἔκ τινος εἱμαρμένης καὶ προνοίας. "τί δὴ κωλύει καὶ τὸ εἰκοστὸν εἰρῆσθαι πρὸς τὸ μὴ ἀληθὲς ἀλλ εἰκὸς τοῦ λόγου καὶ πλαττόμενον, ἢ πρὸς τὸν κλῆρον ὡς εἰκῆ καὶ κατὰ τύχην γιγνόμενον· "ἀεὶ μὲν γὰρ ἅπτεται τῶν τριῶν αἰτιῶν, ἅτε δὴ πρῶτος· "ἢ μάλιστα συνιδών, ὅπη τὸ καθ εἱμαρμένην τῷ κατὰ τύχην αὖθίς τε τὸ ἐφ ἡμῖν ἑκατέρῳ καὶ συναμφοτέροις ἐπιμίγνυσθαι καὶ συμπλέκεσθαι πέφυκε. "νῦν δὲ θαυμαστῶς, ἣν ἔχει δύναμιν ἐν τοῖς ἡμετέροις πράγμασιν ἕκαστον, ὑποδεδήλωκε, τὴν μὲν αἱρ´εσιν τῶν βίων τῷ ἐφ ἡμῖν ἀποδιδούς: "ἀρετὴ γὰρ ἀδέσποτον καὶ κακία: "τὸ δ εὖ βιοῦν τοὺς ὀρθῶς ἑλομένους καὶ τἀναντία τοὺς κακῶς εἱμαρμένης ἀνάγκῃ συνάπτων. "αἱ δὲ τῶν κλήρων ἀτάκτως διασπειρομένων ἐπιπτώσεις τὴν τύχην παρεισάγουσι καὶ τροφαῖς καὶ πολιτείαις, ὧν ἕκαστοι λαγχάνουσι, πολλὰ τῶν ἡμετέρων προκαταλαμβάνουσαν. "ὁρ´α δή, μὴ τῶν κατὰ τύχην αἰτίαν ζητεῖν ἄλογόν ἐστιν: ἔτι δὲ τοῦ Λαμπρίου λέγοντος, ὁ γραμματικὸς ἤδη Μᾶρκος ἐδόκει τι συλλογίζεσθαι καὶ διαριθμεῖν πρὸς αὑτόν:
"ὅσας ἐν Νεκυίᾳ κατωνόμακεν, ἡ μὲν Ἐλπήνορος οὔπω καταμεμιγμένη ταῖς ἐν Αἵδου διὰ τὸ μὴ τεθάφθαι τὸν νεκρὸν ὥσπερ ἐν μεθορίοις πλανᾶται:
"τὴν δὲ Τειρεσίου ταῖς ἄλλαις οὐκ ἄξιον δήπου συγκαταριθμεῖν, ᾧ καὶ τεθνειῶτι νόον πόρε Περσεφόνεια οἰῴ πεπνῦσθαι καὶ διαλέγεσθαι καὶ ξυνιέναι τῶν ζώντων, πρὶν ἢ πιεῖν τοῦ αἵματος. "ἂν οὖν ταύτας ὑπεξελόμενος, ὦ Λαμπρία, τὰς ἄλλας διαριθμῇς, αὐτὸ συμβαίνει, τὴν Αἰάντος εἰκοστὴν εἰς ὄψιν ἀφῖχθαι τοῦ Ὀδυσσέως καὶ πρὸς τοῦτο παίζειν τὸν Πλάτωνα τῇ Ὁμηρικῇ Νεκυίᾳ προσαναχρωννύμενον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기