호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
προτεῖναι καὶ ῥητορικῷ μουσικόν, εἶτ ἔμπαλιν ἀναστρέφειν τὰς ἀνταποδόσεις. προὔτεινεν οὖν Ἑρμείας ὁ γεωμέτρης Πρωτογένει τῷ γραμματικῷ πρῶτος αἰτίαν εἰπεῖν, δι ἣν τὸ ἄλφα προτάττεται τῶν γραμμάτων ἁπάντων ὁ δὲ τὴν ἐν ταῖς σχολαῖς λεγομένην ἀπέδωκε:
τῶν ἀφώνων καὶ ἡμιφώνων ἐν δὲ τούτοις τῶν μὲν μακρῶν ὄντων τῶν δὲ βραχέων, τῶν δ ἀμφότερα καὶ διχρόνων λεγομένων, ταῦτ εἰκότως τῇ δυνάμει διαφέρειν.
αὐτῶν δὲ τούτων πάλιν ἡγεμονικωτάτην ἔχειν τάξιν τὸ προτάττεσθαι τῶν ἄλλων δυεῖν ὑποτάττεσθαι δὲ μηδετέρῳ πεφυκός, οἱό῀ν ἐστι τὸ ἄλφα:
τουτὶ γὰρ οὔτε τοῦ ἰῶτα δεύτερον οὔτε τοῦ υ ταττόμενον ἐθέλειν ὁμολογεῖν οὐδ ὁμοπαθεῖν ὥστε συλλαβὴν μίαν ἐξ ἀμφοῖν γενέσθαι, ἀλλ ὥσπερ ἀγανακτοῦν καὶ ἀποπηδῶν ἰδίαν ἀρχὴν ζητεῖν ἀεί:
καὶ μυρίων ἄλλων.
περίεστι καὶ νικᾷ, τὰ μὲν πολλὰ τῷ φωνᾶεν εἶναι, τὰ δ αὖ φωνάεντα τῷ δίχρονον, ταῦτα δ αὐτὰ τῷ πεφυκέναι καθηγεῖσθαι δευτερεύειν δὲ μηδέποτε μηδ ἀκολουθεῖν.
ἔφην ἐγώ:
"τῷ γὰρ ἐμῷ πάππῳ βοηθεῖν, εἴ τι δύναμαι, δίκαιός εἰμι μᾶλλον ἢ τῷ τοῦ Διονύσου. "Λαμπρίας γὰρ ὁ ἐμὸς πάππος ἔλεγε πρώτην φύσει φωνὴν τῶν ἐνάρθρων ἐκφέρεσθαι διὰ τῆς τοῦ ἄλφα δυνάμεως: "τὸ γὰρ ἐν τῷ στόματι πνεῦμα ταῖς περὶ τὰ χείλη μάλιστα πλάττεσθαι κινήσεσιν, ὧν πρώτην ἀνοιγομένων τὴν ἄνω διάστασιν οὖσαν ἐξιέναι τοῦτον τὸν ἦχον, ἁπλοῦν ὄντα κομιδῇ καὶ μηδεμιᾶς δεόμενον πραγματείας, μήτε τὴν γλῶτταν παρακαλοῦντα μήδ ὑπομένοντα, ἀλλὰ κατὰ χώραν ἀποκειμένης ἐκείνης ἐκπεμπόμενον ᾗ καὶ τὰ νήπια ταύτην πρώτην ἀφιέναι φωνήν. ὠνομάσθαι δὲ καὶ τὸ ἀίειν ἐπὶ τῷ φωνῆς αἰσθάνεσθαι καὶ πολλὰ τῶν ὁμοίων, ὥσπερ καὶ τὸ ᾄδειν καὶ τὸ αὐλεῖν καὶ τὸ ἀλαλάζειν . οἶμαι δὲ καὶ τὸ αἴρειν καὶ τὸ ἀνοίγειν οὐκ ἀπὸ τρόπου τῇ τῶν χειλῶν ἀνοίξει καὶ ἄρσει, καθ ἣν οὗτος ἐκπίπτει τοῦ στόματος ὁ φθόγγος, ὠνομάσθαι διὸ καὶ τὰ τῶν ἀφώνων γραμμάτων ὀνόματα πλὴν ἑνὸς ἅπαντα προσχρῆται τῷ ἄλφα καθάπερ φωτὶ τῆς περὶ αὐτὰ τυφλότητος : "τοῦ δὲ πῖ μόνον ἄπεστιν ἡ δύναμις αὕτη: "τὸ γὰρ φῖ καὶ τὸ χῖ τὸ μέν ἐστι πῖ τὸ δὲ κάππα δασυνόμενον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기