호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀμμώνιος Ἀθήνησι στρατηγῶν ἀπόδειξιν ἔλαβεν ἐν τῷ Διογενείῳ τῶν γράμματα, καὶ γεωμετρίαν καὶ τὰ ῥητορικὰ καὶ μουσικὴν μανθανόντων, καὶ τοὺς· εὐδοκιμήσαντας τῶν διδασκάλων ἐπὶ δεῖπνον ἐκάλεσε. παρῆσαν δὲ καὶ τῶν ἄλλων φιλολόγων συχνοὶ καὶ πάντες ἐπιεικῶς οἱ συνήθεις.
ὁ μὲν οὖν Ἀχιλλεὺς μόνοις τῶν ἀγωνισαμένων τοῖς μονομαχήσασι δεῖπνον κατήγγειλε, βουλόμενος· καὶ χαλεπότης γένοιτο, ταύτην ἀφεῖναι καὶ καταθέσθαι τοὺς ἄνδρας ἑστιάσεως κοινῆς καὶ τραπέζης μετασχόντας τῷ δ Ἀμμωνίῳ συνέβαινε τοὐναντίον ἀκμὴν γὰρ ἡ τῶν διδασκάλων ἅμιλλα καὶ φιλονεικία σφοδροτέραν ἔλαβεν ἐν ταῖς κύλιξι γενομένων:
ἤδη δὲ καὶ προτάσεις καὶ προκλήσεις ἦσαν ἄκριτοι καὶ ἄτακτοι.
διὸ πρῶτον μὲν ἐκέλευσεν ᾆσαι τὸν Ἐράτωνα πρὸς τὴν λύραν: ἐπῄνεσεν ὡς τῷ καιρῷ πρεπόντως ἁρμοσάμενον ἔπειτα περὶ στίχων εὐκαιρίας ἐνέβαλε λόγον, ὡς μὴ μόνον χάριν ἀλλὰ καὶ χρείαν ἔστιν ὅτε μεγάλην ἐχούσης.
καὶ ὁ μὲν ῥαψῳδὸς εὐθὺς ἦν διὰ στόματος πᾶσιν, ἐν τοῖς Πτολεμαίου γάμοις ἀγομένου τὴν ἀδελφὴν καὶ πρᾶγμα δρᾶν ἀλλόκοτον νομιζομένου καὶ ἄθεσμον ἀρξάμενος ἀπὸ τῶν ἐπῶν ἐκείνων Ζεὺς δ Ἥρην ἐκάλεσσε κασιγνήτην ἄλοχόν τε:
ἔτι παιδάριον ὄντα, τὸν Φίλιππον, ἐπιβαλὼν εὐθὺς τὸν παῖδά μοι τόνδ ἀξίως Ἡρακλέους ἡμῶν τε θρέψαι:
βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί.
πάντων δ ἄριστος Κορίνθιος παῖς αἰχμάλωτος, ὅθ ἡ πόλις ἀπώλετο καὶ Μόμμιος ἐκ τῶν ἐλευθέρων τοὺς ἐπισταμένους γράμματα παῖδας εὐσυσκοπῶν ἐκέλευσε γράψαι στίχον, ἔγραψε τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότ ὄλοντο: καὶ γὰρ παθεῖν τι τὸν Μόμμιόν φασι καὶ δακρῦσαι καὶ πάντας ἀφεῖναι ἐλευθέρους τοὺς τῷ παιδὶ προσήκοντας.
ἐμνήσθη τε καὶ τῆς Θεοδώρου τοῦ τραγῳδοῦ γυναικὸς οὐ προσδεξαμένης αὐτὸν ἐν τῷ συγκαθεύδειν, ὑπογύου τοῦ ἀγῶνος ὄντος: ἐπεὶ δὲ νικήσας εἰσῆλθε πρὸς αὐτήν, ἀσπασαμένης καὶ εἰπούσης Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν ἔξεστί σοι.
ἐκ δὲ τούτου πολλὰ καὶ τῶν ἀκαίρων ἐνίοις ἐπῄει λέγειν, ὡς οὐκ ἄχρηστον εἰδέναι καὶ φυλάττεσθαι:
οἱο῀ν Πομπηίῳ Μάγνῳ φασὶν ἀπὸ τῆς μεγάλης ἐπανήκοντι στρατείας τὸν διδάσκαλον τῆς θυγατρὸς ἀπόδειξιν διδόντα, βιβλίου κομισθέντος ἐνδοῦναι τῇ παιδὶ τοιαύτην ἀρχήν, ἤλυθες ἐκ πολέμου:
ὡς ὤφελες αὐτόθ ὀλέσθαι. ὁ δ ἐν Ῥόδῳ στίχον αἰτήσαντι γραμματικῷ ποιουμένῳ δεῖξιν ἐν τῷ θεάτρῳ προτείνας ἔρρ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων ἄδηλον εἴτε παίζων ἐφύβρισεν εἴτ ἄκων ἠστόχησε.
ταῦτα μὲν οὖν παρηγόρησεν ἀστείως τὸν θόρυβον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기