호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἀλλ’ ἔτι τῷ λόγῳ προσφιλοσοφήσωμεν. "ὁ γὰρ ἐμὸσ πάπποσ εἰώθει λέγειν ἑκάστοτε τοὺσ Ιοὐδαίουσ ἐπισκώπτων, ὅτι τὸ δικαιότατον κρέασ οὐκ ἐσθίουσιν· "ἡμεῖσ δὲ φήσομεν δικαιότατον ὄψον εἶναι τὸ ἐκ θαλάττησ· "πρὸσ μὲν γὰρ ταυτὶ τὰ χερσαῖα κἂν ἄλλο μηδὲν ἡμῖν δίκαιον, ἀλλὰ τρέφεταί γε τοῖσ αὐτοῖσ καὶ λαμβάνει τὸν αὐτὸν ἀέρα, καὶ λουτρὰ καὶ ποτὸν αὐτοῖσ ἅπερ ἡμῖν ἔστιν· "καὶ σφάττοντεσ ἐδυσωποῦντο φωνὴν ἀφιέντα γοερὰν καὶ τὰ πλεῖστα πεποιημένοι συνήθη καὶ σύντροφα ταῖσ διαίταισ. "τὸ δὲ τῶν ἐναλίων γένοσ ἔκφυλον ὅλωσ καὶ ἄποικον ἡμῶν, ὥσπερ ἐν ἄλλῳ τινὶ κόσμῳ γεγονότων καὶ ζώντων, οὔτ’ ὄψισ οὔτε φωνή τισ οὔθ’ ὑπουργία παραιτεῖται τῆσ προσφορᾶσ, οὐδὲν γὰρ ἄν τισ ἔχοι χρήσασθαι ζῶσιν, ἃ μηδ’ ὅλωσ ζῇ παρ’ ἡμῖν· "οὐδὲ δεῖ τινοσ ἐπ’ αὐτὰ στοργῆσ, ἀλλ’ ὥσπερ Αἵδησ αὐτοῖσ ἐστιν οὗτοσ ὁ παρ’ ἡμῖν τόποσ· "ἐλθόντα γὰρ εἰσ αὐτὸν εὐθέωσ τέθνηκεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기