호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῆς Εὐβοίας ὁ Αἰδηψός, οὗ τὰ Θερμὰ χωρίον ἐστὶν αὐτοφυὲς πολλὰ πρὸς ἡδονὰς ἔχον ἐλευθερίους καὶ κατεσκευασμένον . ,οἰκήσεσι καὶ διαίταις, κοινὸν οἰκητήριον ἀποδέδεικται τῆς Ἑλλάδος: ἧττον ἡ θάλαττα παρέχει τὴν ἀγορὰν εὐτράπεζον, ἐν τόποις καθαροῖς καὶ ἀγχιβαθέσι γενναῖον ἰχθὺν καὶ πολὺν ἐκτρέφουσα.
μάλιστα δ ἀνθεῖ τὸ χωρίον ἀκμάζοντος ἐάρος:
πολλοὶ γὰρ ἀφικνοῦνται τὴν ὡρ´αν αὐτόθι καὶ συνουσίας ποιοῦνται μετ ἀλλήλων ἐν ἀφθόνοις πᾶσι, καὶ πλείστας περὶ λόγους ὑπὸ σχολῆς διατριβὰς ἔχουσι. Καλλιστράτου δὲ τοῦ σοφιστοῦ παρόντος, ἔργον ἦν ἀλλαχόθι δειπνεῖν:
ἄμαχος γὰρ ἡ φιλοφροσύνη, καὶ τὸ πάντας εἰς ταὐτὸ συνάγειν ἐπιεικῶς τοὺς χαρίεντας ἣδιστον παρεῖχε πολλάκις μὲν γὰρ ἐμιμεῖτο τῶν παλαιῶν τὸν Κίμωνα, πολλοὺς καὶ παντοδαποὺς ἑστιῶν ἡδέως: ἀεὶ δ ὡς ἔπος εἰπεῖν τὸν Κελεόν, ὃν πρῶτον ἱστοροῦσιν εὐδοκίμων καὶ ἀγαθῶν ἀνδρῶν κατασκευάσαντα σύνοδον καθημερινὴν ὀνομάσαι πρυτανεῖον.
ἐγίγνοντο δὴ λόγοι τοιαύτῃ συνουσίᾳ πρέποντες ἑκάστοτε:
"ἀμφίαλον ὢν ζῷον καὶ τοσαύταις ἐντεθραμμένος θαλάτταις, αἳ τὴν ἱερὰν πέριξ ὑμῶν ἑλίττουσι Νικόπολιν, οὐκ ἀμύνεις τῷ Ποσειδῶνι·
ὁ Σύμμαχος εἶπε, καὶ σὲ παραλαμβάνω καὶ παρακαλῶ, τὰ ἥδιστα τῆς Ἀχαϊκῆς καρπούμενον θαλάττης.
"ἰώμεν ἐπὶ τὴν συνήθειαν.
"ὡς γὰρ πολλῶν ὄντων ποιητῶν ἕνα τὸν κράτιστον ἐξαιρέτως ποιητὴν καλοῦμεν, οὕτω πολλῶν ὄντων ὄψων ἐκνενίκηκεν ὁ ἰχθὺς μόνος ἢ μάλιστὰ γ ὄψον καλεῖσθαι διὰ τὸ πολὺ πάντων ἀρετῇ κρατεῖν. καὶ γὰρ ὀψοφάγους καὶ φιλόψους λέγομεν οὐχὶ τοὺς βοείοις χαίροντας, ὥσπερ Ἡρακλῆς ὃς τοῖς κρέασι χλωρὰ σῦκ ἐπήσθιεν οὐδὲ τὸν φιλόσυκον οἱο῀ς ἦν Πλάτων, οὐ φιλόβοτρυν οἱο῀ς Ἀρκεσίλαος: "ἀλλὰ τοὺς περὶ τὴν ἰχθυοπωλίαν ἀναδιδόντας ἑκάστοτε καὶ τοῦ κώδωνος ὀξέως ἀκούοντας. "καὶ ὁ Δημοσθένης τὸν Φιλοκράτην φησὶν ἐκ τοῦ προδοτικοῦ χρυσίου πόρνας καὶ ἰχθῦς ἀγοράζειν, ἐπ ὀψοφαγίᾳ καὶ ἀσελγείᾳ τὸν ἄνδρα λοιδορῶν. ὁ δὲ Κτησιφῶν οὐ κακῶς, ὀψοφάγου τινὸς ἐν τῇ βουλῇ βοῶντος ῥαγήσεσθαι, μηδαμῶς εἶπεν ὦ ἄνθρωπε ποιήσῃς ἡμᾶς ἰχθυοβρώτους. "ὁ δὲ τὸ στιχίδιον τοῦτο ποιήσας πρὸς καππάριον ζῇς δυνάμενος πρὸς ἀνθίαν τί ποτε βούλεται· "τί δ οἱ πολλοὶ βούλονται, πρὸς θεῶν, ὅταν ἡδέως γενέσθαι παρακαλοῦντες ἀλλήλους λέγωσι σήμερον ἀκτάσωμεν οὐχὶ τὸ παρ ἀκτῇ δεῖπνον ἥδιστον ἀποφαίνουσιν ὥσπερ ἔστιν· "οὐ διὰ τὰ κύματα καὶ τὰς ψηφῖδας τί γάρ· "ἐπ ἀκτῆς τις λέκυθον ὀψᾶται καὶ κάππαριν· "᾿ ἀλλ ὡς ἰχθύος ἀφθόνου καὶ νεαροῦ τὴν παράλιον τράπεζαν εὐποροῦσαν. "καὶ μέντοι καὶ πιπράσκεται παρὰ λόγον ἁπάντων τιμιώτατον τὸ θαλάττιον ὄψον: "ὁ γοῦν Κάτων οὐχ ὑπερβολικῶς ἀλλ ἀληθῶς πρὸς τὴν τρυφὴν καὶ πολυτέλειαν τῆς πόλεως δημηγορῶν εἶπεν, ὅτι πλείονος πιπράσκεται ἐν Ῥώμῃ ἰχθὺς ἢ βοῦς. κεράμιόν τε γὰρ πωλοῦσι τιμῆς, ὅσην οὐκ ἂν ἑκατόμβη βούπρῳρος ἄλφοι κατακοπεῖσα. "καίτοι φαρμάκων δυνάμεως ὁ ἰατρικώτατος ἄριστος κριτὴς καὶ μελῶν ἀρετῆς ὁ φιλομουσότατος, οὐκοῦν καὶ ἀρετῆς ὄψων ὁ φιλοψότατος: "οὐ γὰρ Πυθαγόρᾳ γε τούτων οὐδὲ Ξενοκράτει διαιτητῇ χρηστέον, Ἀνταγόρᾳ δὲ τῷ ποιητῇ καὶ Φιλοξένῳ τῷ Ἐρύξιδος καὶ τῷ ζωγράφῳ Ἀνδροκύδει, ὅν φασι τὴν Σκύλλαν ζωγραφοῦντα τοὺς περὶ αὐτὴν ἰχθῦς ἐμπαθέστατα καὶ ζωτικώτατα δι ὀψοφαγίαν ἐξεργάσασθαι. "Ἀνταγόρᾳ δ ὁ βασιλεὺς Ἀντίγονος ἐν τῷ στρατοπέδῳ λοπάδα γόγγρων ἕψοντι περιεζωσμένῳ παραστὰς ἆρά γ εἶπε τὸν Ὅμηρον οἰεί τὰς τοῦ Ἀγαμέμνονος πράξεις ἀναγράφειν γόγγρους ἕψοντα· "κἀκεῖνος οὐ φαύλως σὺ δ οἰεί ἔφησε τὸν Ἀγαμέμνονα τὰς πράξεις ἐκείνας ἐργάσασθαι πολυπραγμονοῦντα, τίς ἐν τῷ στρατοπέδῳ γόγγρον ἕψει · "ἔγωγε συμβάλλομαι καὶ ὑμῖν καὶ νὴ Δία τοῖς ἰχθυοπώλαις ἀπὸ τῶν μαρτύρων καὶ τῆς συνηθείας.
"τῷ πράγματι μετὰ σπουδῆς πρόσειμι καὶ διαλεκτικώτερον.
"εἰ γὰρ ὄψον ἐστὶ τὸ τὴν τροφὴν ἐφηδῦνον, ἄριστον ἂν ὄψον εἰή τὸ μάλιστα τὴν ὄρεξιν ἐπὶ τῷ σίτῳ κατασχεῖν δυνάμενον. "ὥσπερ οὖν οἱ προσαγορευθέντες Ἐλπιστικοὶ φιλόσοφοι συνεκτικώτατον εἶναι τοῦ βίου τὸ ἐλπίζειν ἀποφαίνονται τῷ ἀπούσης ἐλπίδος οὐδ ἡδυνούσης οὐκ ἀνεκτὸν εἶναι τὸν βίον, οὕτω καὶ τῆς ἐπὶ τὴν τροφὴν ὀρέξεως συνεκτικὸν θετέον, οὗ μὴ παρόντος ἄχαρις γίγνεται τροφὴ πᾶσα καὶ δυσπρόσοιστος. "τῶν μὲν οὖν ἐκ γῆς τοιοῦτον οὐδὲν εὑρήσεις, τῶν δὲ θαλαττίων τὸν ἅλα πρῶτον, οὗ χωρὶς οὐδὲν ὡς ἔπος εἰπεῖν ἐστιν ἐδώδιμον: "ἀλλὰ καὶ τὸν ἄρτον οὗτος ἐμμιγνύμενος συνηδύνει: "διὸ καὶ Δήμητρος σύνναος ὁ Ποσειδῶν, καὶ τῶν ἄλλων ὄψων οἱ ἅλες ἥδιστον ὄψον εἰσίν. οἱ γοῦν ἡρ´ωες εὐτελοῦς καὶ λιτῆς ἐθάδες ὥσπερ ἀσκηταὶ διαίτης ὄντες καὶ τῆς τροφῆς πᾶσαν ἡδονὴν ἐπίθετον καὶ περίεργον ἀφελόντες, ὡς μηδ ἰχθύσι χρῆσθαι παρὰ τὸν Ἑλλήσποντον στρατοπεδεύοντες, οὐχ ὑπέμενον τὰ κρέα χωρὶς ἁλῶν προσφέρεσθαι, μαρτυροῦντες ὅτι τοῦτο τῶν ὄψων μόνον ἀπαραίτητόν ἐστιν. "ὡς γὰρ τὰ χρώματα τοῦ φωτός, οὕτως οἱ χυμοὶ τοῦ ἁλὸς δέονται πρὸς τὸ κινῆσαι τὴν αἴσθησιν εἰ δὲ μή, βαρεῖς τῇ γεύσει προσπίπτουσι καὶ ναυτιώδεις. "νέκυες γὰρ κοπρίων ἐκβλητότεροι καθ Ἡράκλειτον, κρέας δὲ πᾶν νεκρόν ἐστι καὶ νεκροῦ μέρος: "ἡ δὲ τῶν ἁλῶν δύναμις, ὥσπερ ψυχὴ παραγενομένη, χάριν αὐτῷ καὶ ἡδονὴν προστίθησι. "διὸ καὶ προλαμβάνουσι τῆς ἄλλης τροφῆς τὰ δριμέα καὶ τὰ ἁλμυρά, καὶ ὅλως ὅσα μάλιστα τῶν ἁλῶν μετέσχηκε: "γίγνεται γὰρ φίλτρα ταῦτα τῇ ὀρέξει πρὸς τἄλλα ὄψα, καὶ δελεασθεῖσα διὰ τούτων ἐπ ἐκεῖνα πρόσεισι νεαλὴς καὶ πρόθυμος: "ἐὰν δ ἀπ ἐκείνων ἄρξηται, ταχέως ἀπαγορεύει. "οὐ μόνον τοίνυν πρὸς τὴν τροφὴν ἀλλὰ καὶ πρὸς ποτὸν ὄψον εἰσὶν οἱ ἅλες. "τὸ μὲν γὰρ Ὁμηρικὸν ἐκεῖνο κρόμυον ποτῷ ὄψον ναύταις καὶ κωπηλάταις μᾶλλον ἢ βασιλεῦσιν ἐπιτήδειον ἦν: "τὰ δ ὑφαλμυρίζοντα μετρίως τῶν σιτίων δι εὐστομίαν πᾶν μὲν οἴνου γένος ἡδὺ τῇ γεύσει καὶ λεῖον ἐπάγει, πᾶν δ ὕδωρ προσφιλὲς παρέχεσθαι ἄλκιμον: "ἀηδίας δὲ καὶ δυσχερείας, ἣν ἐμποιεῖ τὸ κρόμμυον, οὐδ ὀλίγον μετέσχηκεν ἀλλὰ καὶ διαφορεῖ τὴν ἄλλην τροφὴν καὶ παραδίδωσιν εὐπειθῆ καὶ μαλακωτέραν τῇ πέψει, εὔχαριν μὲν χάριν ὄψου δύναμιν δὲ φαρμάκου τῷ σώματι τῶν ἁλῶν προσφερομένων. "καὶ μὴν τὰ γ ἄλλα θαλάττης ὄψα πρὸς τῷ ἡδίστῳ καὶ τὸ ἀβλαβέστατον ἔχει: "κρεώδη μὲν γάρ ἐστιν οὐ βαρύνει δ ὁμοίως, ἀλλὰ καταπέττεται καὶ διαφορεῖται ῥᾳδίως. "μαρτυρήσει δ οὑτοσὶ Ζήνων καὶ νὴ Δία Κράτων, οἳ τοὺς ἀσθενοῦντας πρὸ τῶν ἄλλων ἁπάντων ἐπὶ τὸν ἰχθὺν ἄγουσιν ὡς κουφότατον ὄψων. "καὶ λόγον ἔχει τὴν θάλατταν ὑγιεινὰ καὶ διαπεπονημένα τοῖς σώμασιν ἐκτρέφειν, εἴ γε καὶ ἡμῖν ἀέρα λεπτότητι καὶ καθαρότητι πρόσφορον ἀναδίδωσιν. "ἀλλ ἔτι τῷ λόγῳ προσφιλοσοφήσωμεν.
"ὁ γὰρ ἐμὸς πάππος εἰώθει λέγειν ἑκάστοτε τοὺς Ιοὐδαίους ἐπισκώπτων, ὅτι τὸ δικαιότατον κρέας οὐκ ἐσθίουσιν: "ἡμεῖς δὲ φήσομεν δικαιότατον ὄψον εἶναι τὸ ἐκ θαλάττης: "πρὸς μὲν γὰρ ταυτὶ τὰ χερσαῖα κἂν ἄλλο μηδὲν ἡμῖν δίκαιον, ἀλλὰ τρέφεταί γε τοῖς αὐτοῖς καὶ λαμβάνει τὸν αὐτὸν ἀέρα, καὶ λουτρὰ καὶ ποτὸν αὐτοῖς ἅπερ ἡμῖν ἔστιν: "καὶ σφάττοντες ἐδυσωποῦντο φωνὴν ἀφιέντα γοερὰν καὶ τὰ πλεῖστα πεποιημένοι συνήθη καὶ σύντροφα ταῖς διαίταις. "τὸ δὲ τῶν ἐναλίων γένος ἔκφυλον ὅλως καὶ ἄποικον ἡμῶν, ὥσπερ ἐν ἄλλῳ τινὶ κόσμῳ γεγονότων καὶ ζώντων, οὔτ ὄψις οὔτε φωνή τις οὔθ ὑπουργία παραιτεῖται τῆς προσφορᾶς, οὐδὲν γὰρ ἄν τις ἔχοι χρήσασθαι ζῶσιν, ἃ μηδ ὅλως ζῇ παρ ἡμῖν: "οὐδὲ δεῖ τινος ἐπ αὐτὰ στοργῆς, ἀλλ ὥσπερ Αἵδης αὐτοῖς ἐστιν οὗτος ὁ παρ ἡμῖν τόπος: "ἐλθόντα γὰρ εἰς αὐτὸν εὐθέως τέθνηκεν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기