호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"οὔτι μικρὰν ἔκπληξιν πρὸς τὰ τοιαῦτα καὶ φόβον καὶ τάρβος, ὑφ ὧν πολλοὶ μηδὲν ἄλλο παθόντες αὐτῷ τῷ δεῖσαι ἀποθανεῖν ἀπέθανον. "οἱ δ ἐγρηγορότες καὶ ταῖς προπαθείαις ἀναλίσκονται καί, τοῦ δέους τὸ σῶμα συνδέοντος ὡς ἀληθῶς καὶ συνάγοντος καὶ πυκνοῦντος, ἰσχυρὰν ποιοῦσι τὴν πληγὴν τῷ ἀντερείδειν. "καὶ γὰρ τὰ θρέμματα διδάσκουσι βροντῆς γενομένης οἱ ποιμένες εἰς ταὐτὸ συνθεῖν καὶ συννεύειν: "τὰ γὰρ σποράδην ἀπολειφθέντα διὰ τὸν φόβον ἐκτιτρώσκει. "καὶ μυρίους ἤδη τεθνηκότας ἰδεῖν ἔστιν ὑπὸ βροντῆς, οὐδὲν οὔτε πληγῆς· "ἴχνος οὔτε καύσεως ἔχοντας, ἀλλ ὑπὸ φόβου τῆς ψυχῆς ὡς ἐοίκεν ὄρνιθος δίκην ἀποπταμένης τοῦ σώματος λδθυο· "πολλοὺς γάρρδθυο· "ὡς ὁ Εὐριπίδης φησὶ λδθυο· "βροντῆς πνεῦμ ἄναιμον ὤλεσερδθυο· "καὶ γὰρ ἄλλως τῶν αἰσθητηρίων ἡ ἀκοὴ παθητικώτατὸν ἐστι, καὶ μεγίστας οἱ διὰ ψόφου θόρυβοι καὶ φόβοι ταραχὰς ἐπιφέρουσιν ὧν τῷ καθεύδοντι πρόβλημα τὸ ἀναίσθητόν ἐστιν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기