- 텍스트

Plutarch, Quaestiones Convivales, book 4, Εἰ ἡ ποικίλη τροφὴ τῆς ἁπλῆς εὐπεπτοτέρα.? 12:

(플루타르코스, Quaestiones Convivales, book 4, Εἰ ἡ ποικίλη τροφὴ τῆς ἁπλῆς εὐπεπτοτέρα. 12:)

"καὶ ἄκοντες ὡς βιαιοτάτῳ τῶν ὀργάνων ἀλγηδόνι προσχρώμεθα: "τῶν δ ἄλλων οὐδεὶς ἂν οὐδὲ βουλόμενος ἀπώσαιτο τὴν ἡδονήν: "ἀλλὰ καὶ τροφαῖς καὶ ὕπνοις καὶ περὶ λουτρὰ καὶ ἀλείμματα καὶ κατακλίσεις ἀεὶ πάρεστι καὶ συνεκδέχεται καὶ συνεκτιθηνεῖται τὸν κάμνοντα, πολλῷ τῷ οἰκείῳ καὶ κατὰ φύσιν ἐξαμαυροῦσα τἀλλότριον. "ποία γὰρ ἀλγηδών, τίς ἔνδεια, ποῖον δηλητήριον οὕτω ῥᾳδίως καὶ ἀφελῶς νόσον ἔλυσεν, ὡς λουτρὸν ἐν καιρῷ γενόμενον καὶ οἶνος δοθεὶς δεομένοις· "καὶ τροφὴ παρελθοῦσα μεθ ἡδονῆς εὐθὺς ἔλυσε τὰ δυσχερῆ πάντα καὶ κατέστησεν εἰς τὸ οἰκεῖον τὴν φύσιν, ὥσπερ εὐδίας καὶ γαλήνης γενομένης. "αἱ δὲ διὰ τῶν ἐπιπόνων βοήθειαι μόγις καὶ κατὰ μικρὸν ἀνύουσι, χαλεπῶς ἐκμοχλεύουσαι καὶ προσβιαζόμεναι τὴν φύσιν. "οὐκ ἂν οὖν ἡμᾶς διαβάλλοι Φιλῖνος, εἰ μὴ τὰ ἱστία ἑκάτερα ἐπαράμενοι τὴν ἡδονὴν φεύγοιμεν, ἀλλὰ πειρῴμεθα τὸ ἡδέως καὶ ὑγιεινῶς ἐμμελέστερον, ἢ ὡς ἔνιοι φιλόσοφοι τὸ ἡδέως καὶ καλῶς, συνοικειοῦν. εὐθὺς οὖν περὶ τὸ πρῶτον, ὦ Φιλῖνε, τῶν ἐπιχειρημάτων δοκεῖς μοι διεψεῦσθαι, τὰ θηρία τῶν ἀνθρώπων ἁπλουστέραις τροφαῖς χρῆσθαι καὶ μᾶλλον ὑγιαίνειν ὑποτιθέμενος. "οὐδέτερον γὰρ ἀληθές ἐστιν: "ἀλλὰ τῷ μὲν αἱ παρ Εὐπόλιδος αἶγες ἀντιμαρτυροῦσιν, ὑμνοῦσαι τὴν τροφὴν ὡς παμμιγῆ καὶ ποικίλην οὖσαν, οὕτω πως λέγουσαι βοσκόμεθ ὕλης ἀπὸ παντοδαπῆς, ἐλάτης, πρίνου, κομάρου τε πτόρθους ἁπαλοὺς ἀποτρώγουσαι, καὶ πρὸς τούτοισιν ἔτ ἄλλα, κύτισὸν τ ἠδὲ σφάκον εὐώδη καὶ σμίλακα τὴν λύφυλλον, κότινον, σχῖνον, μελίαν, λεύκην, ἀρίαν, δρῦν, κιττόν, ἐρίκην, πρόμαλον, ῥάμνον, φλόμον, ἀνθέρικον, κισθόν, φηγόν, θύμα, θύμβραν. "τὰ γὰρ κατηριθμημένα μυρίας δήπου διαφορὰς ἔχει χυμῶν καὶ ὀδμῶν καὶ δυνάμεων: "πλείονα δὲ τῶν εἰρημένων παραλέλειπται. "τὸ δὲ δεύτερον Ὅμηρος ἀθετεῖ μᾶλλον ἐμπείρως, τὰ λοιμικὰ πάθη πρῶτον ἅπτεσθαι τῶν ἀλόγων ἀποφαινόμενος. "κατηγορεῖ δ αὐτῶν καὶ ἡ βραχύτης τοῦ βίου τὸ ἐπίκηρον καὶ νοσῶδες οὐδὲν γὰρ ὡς εἰπεῖν πολυχρόνιόν ἐστι, πλὴν εἰ φαίη τις κόρακα καὶ κορώνην, ἃ δὴ παμφάγα τ ὄντα καὶ πάσης ἁπτόμενα τροφῆς ὁρῶμεν. "καὶ μὴν καὶ τῇ τῶν νοσούντων διαίτῃ καλῶς· "ἐποίεις τὰ εὔπεπτα καὶ δύσπεπτα τεκμαιρόμενος: "καὶ γὰρ πόνος καὶ γυμνάσια καὶ τὸ διαιρεῖν τὴν τροφὴν εὔπεπτα μέν ἐστιν, οὐχ ἁρμόζει δὲ τοῖς πυρέττουσι. "τὴν δὲ μάχην καὶ τὴν διαφορὰν τῆς ποικίλης τροφῆς ἀλόγως ἐδεδίεις: "εἴτε γὰρ ἐξ ὁμοίων ἀναλαμβάνει τὸ οἰκεῖον ἡ φύσις εἰς τὸν ὄγκον αὐτόθεν, ἡ ποικίλη τροφὴ πολλὰς μεθιεῖσα ποιότητας ἐξ ἑαυτῆς ἑκάστῳ μέρει τὸ πρόσφορον ἀναδίδωσιν: "ὥστε γίγνεσθαι τὸ τοῦ Ἐμπεδοκλέους ὡς γλυκὺ μὲν γλυκὺ μάρπτε, πικρὸν δ ἐπὶ πικρὸν ὄρουσεν, ὀξὺ δ ἐπ ὀξύ, δαλερὸν δαλεροῦ λαβέτω δὲ καὶ ἄλλου ἐπὶ πρόσφορον μένοντος τῇ θερμότητι ἐν τῷ πνεύματι τοῦ μίγματος σκεδασθέντος, τὰ οἰκεῖα τοῖς συγγενέσιν ἕπεται: "τὸ γὰρ οὕτω παμμιγὲς σῶμα καὶ πανηγυρικόν, ὡς τὸ ἡμέτερον, ἐκ ποικίλης ὕλης λόγον ἔχει μᾶλλον ἢ ἁπλῆς συνερανίζεσθαι καὶ ἀναπληροῦν τὴν κρᾶσιν. "εἴτε μὴ τοῦτ ἐστίν, ἀλλ ἡ καλουμένη πέψις ἀλλοιοῦν πέφυκε καὶ μεταβάλλειν τὴν τροφήν, ἐν τῷ ποικίλῳ τοῦτο συμβήσεται θᾶττον καὶ κάλλιον: "ἀπαθὲς γὰρ ὑπὸ τοῦ ὁμοίου τὸ ὅμοιον, ἡ δ ἀντίταξις καὶ διαφορὰ μᾶλλον ἐξίστησι τῇ πρὸς τοὐναντίον μίξει τὰς ποιότητας ἀπομαραινομένας. "εἰ δ ὅλως τὸ μικτὸν ἀθετεῖς καὶ ποικίλον, ὦ Φιλῖνε, μὴ δειπνίζοντα μηδ ὀψοποιοῦντα μόνον λοιδόρει Φίλωνα τοῦτον, ἀλλὰ πολὺ μᾶλλον, ὅταν μιγνύῃ τὰς βασιλικὰς καὶ ἀλεξιφαρμάκους ἐκείνας δυνάμεις, ἃς θεῶν χεῖρας ὠνόμαζεν Ἐρασίστρατος, διέλεγχε τὴν ἀτοπίαν καὶ περιεργίαν, ὁμοῦ μεταλλικὰ καὶ βοτανικὰ καὶ θηριακὰ καὶ τἀπὸ γῆς καὶ θαλάττης εἰς ταὐτὸ συγκεραννύντος καλὸν γὰρ ταῦτ ἐάσαντας ἐν πτισάνῃ καὶ σικύᾳ καὶ ἐν ὑδρελαίῳ τὴν ἰατρικὴν ἀπολιπεῖν. ἀλλὰ νὴ Δία τὸ ποικίλον ἐξάγει καὶ γοητεύει τὴν ὄρεξιν οὐ κρατοῦσαν ἑαυτῆς καὶ γὰρ τὸ καθάριον, ὦ δαιμόνιε, καὶ τὸ εὐστόμαχον καὶ τὸ εὐῶδες καὶ ὅλως τὸ ἥδιον ἐφέλκεται καὶ ποιεῖ βρωτικωτέρους ἡμᾶς καὶ ποτικωτέρους. "τί οὖν οὐχὶ κρίμνον μὲν ἡμεῖς ἀντὶ πόλτου μάττομεν ἀντὶ δ ἀσπαράγου γήτεια καὶ σκολύμους παρασκευάζομεν, τὸν δ ἀνθοσμίαν ἀπωσάμενοι τουτονὶ καὶ ἡμερίδην ἀγριώτερον πίνομεν ἐκ πίθου, κωνώπων χορῷ περιᾳδόμενον· "ὅτι φαίης ἂν οὐ φυγὴν οὐδ ἀπόδρασιν ἡδονῆς εἶναι τὴν ὑγιεινὴν δίαιταν, ἀλλὰ περὶ ἡδονὰς μετριότητα καὶ τάξιν ὑπηκόῳ χρωμένην ὀρέξει τοῦ συμφέροντος. "ὡς δὲ λάβρον πνεῦμα κυβερνῆται πολλαῖς μηχαναῖς ὑποφεύγουσι, παυσάμενον δὲ καὶ μαρανθὲν οὐδεὶς πάλιν ἐκριπίσαι καὶ διασεῖσαι δυνατός ἐστιν: "οὕτω πρὸς ὄρεξιν ἐνστῆναι μὲν καὶ κολάσαι τὸ πλεονάζον αὐτῆς οὐ μέγ ἔργον, ἤδη δὲ κάμνουσαν πρὸ καιροῦ καὶ μαλθακιζομένην καὶ ἀπολείπουσαν τὸ οἰκεῖον ἐντεῖναι καὶ ἀναζωπυρῆσαι παγχάλεπον, ὦ ἑταῖρε, καὶ δύσεργον. "ὅθεν ἡ ποικίλη τροφὴ βελτίων τῆς ἁπλῆς καὶ τὸ μονοειδὲς ἐχούσης πλήσμιον, ὅσῳ ῥᾷον ἱστάναι φερομένην τὴν φύσιν ἢ κινεῖν ἀπειποῦσαν. "καὶ μήν, ὅ γε λέγουσὶ τινες ὡς πλησμονὴ φευκτότερον ἐνδείας, οὐκ ἀληθὲς ἐστιν ἀλλὰ τοὐναντίον: "εἴ γε πλησμονὴ μέν, ὅταν εἰς φθοράν τινα τελευτήσῃ καὶ νόσον, ἔβλαψεν: ": "ἔνδεια δέ, κἂν ἄλλο μηδὲν ἐξεργάσηται κακόν, αὐτὴ καθ αὑτὴν παρὰ φύσιν ἐστί. καὶ ταῦτα μὲν ὡς ἀντίχορδα κείσθω τοῖς ὑπὸ σοῦ πεφιλοσοφημένοις. "ἐκεῖνο δέ πως ὑμᾶς λέληθε τοὺς περὶ ἅλα καὶ κύαμον, ὅτι τὸ μὲν ποικίλον ἥδιόν ἐστι, τὸ δ ἣδιον εὐορεκτότερον, ἂν τὴν ὑπερβολὴν καὶ τἄγαν ἀφέλῃς: "ης: "προσφύεται γὰρ ὀργῶντι καὶ δεχομένῳ τῷ σώματι τῆς ὄψεως προοδοποιούσης τὸ δ ἀνόρεκτον πλανώμενον καὶ ῥεμβόμενον ἢ παντάπασιν ἐξέβαλεν ἡ φύσις ἢ μόλις ὑπ ἐνδείας ἔστερξεν. "ἐκεῖνό μοι μόνον φύλαττε καὶ μέμνησο, τὸ ποικίλον ὡς οὐκ ἐν ἀβυρτάκαις καὶ κανδύλοις καὶ καρύκαις ἐστίν: "ἀλλὰ ταῦτα μὲν περίεργα καὶ σπερμολογικά: "ποικιλίαν δὲ καὶ Πλάτων παρέχει τοῖς καλοῖς καὶ γενναίοις ἐκείνοις πολίταις, παρατιθεὶς βολβούς, ἐλαίας, λάχανα, τυρόν, ἑψήματα παντοδαπά: "πρὸς δὲ τούτοις οὐδὲ τραγημάτων ἀμοίρους περιορᾷ δειπνοῦντας.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION