호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτε τὴν ἐπώνυμον ἀρχὴν ἦρχον οἴκοι, τὰ πλεῖστα τῶν δείπνων δαῖτες ἦσαν, ἐν ταῖς θυσίαις ἑκάστῳ μερίδος ἀποκληρουμένης: ἐπὶ τὴν συνήθη δίαιταν αὖθις μεθαρμόσασθαι τὰς τραπέζας·
. "χάριν οὐδὲ τοῦ πιεῖν, ἀλλὰ τοῦ συμπιεῖν καὶ συμφαγεῖν ὡς ἐγᾦμαι καλοῦμεν ἀλλήλους, ἡ δ εἰς μερίδας αὕτη κρεωδαισία τὴν κοινωνίαν ἀναιροῦσα, πολλὰ δεῖπνα ποιεῖ καὶ πολλοὺς δειπνοῦντας, οὐδένα δὲ σύνδειπνον οὐδενός, ὅταν ὥσπερ ἀπὸ κρεοπωλικῆς·
"τραπέζης σταθμῷ λαβὼν ἕκαστος μοῖραν ἑαυτῷ πρόθηται. "καίτοι τίν ἔχει διαφορὰν ἢ κύλικα καταθέντα τῶν κεκλημένων ἑκάστῳ καὶ χοῦν, ἐμπλησάμενον οἴνου, καὶ τράπεζαν ἰδίαν ὥσπερ οἱ Δημοφωντίδαι τῷ Ὀρέστῃ λέγονται, πίνειν κελεῦσαι μὴ προσέχοντα τοῖς ἄλλοις: "ἢ τοῦθ ὅπερ νῦν γίγνεται, κρέας προθέμενον καὶ ἄρτον, ὥσπερ ἐκ φάτνης ἰδίας ἕκαστον εὐωχεῖσθαι, πλὴν ὅτι μὴ πρόσκειται σιωπῆς ἡμῖν ἀνάγκη, καθάπερ τοῖς τὸν Ὀρέστην ξενίζουσιν· "ἀλλὰ καὶ τοῦτ ἴσως αὐτὸ πρὸς τὴν ἁπάντων κοινωνίαν ἐκκαλεῖται τοὺς συνόντας, ὅτι καὶ λόγῳ κοινῷ πρὸς ἀλλήλους χρώμεθα καὶ ᾠδῇ, ψαλτρίας τε τερπούσης· "καὶ αὐλητρίδος ὁμοίως μετέχομεν: "καὶ ὁ κρατὴρ οὗτος ὁρ´ον οὐκ ἔχων ἐν μέσῳ πρόκειται, πηγὴ φιλοφροσύνης ἄφθονος καὶ μέτρον ἔχουσα τῆς ἀπολαύσεως τὴν ὄρεξιν οὐχ ὥσπερ ἡ τοῦ κρέως καὶ τοῦ ἄρτου μερὶς ἀδικωτάτη μέτρῳ καλλωπίζεται τῷ ἴσῳ πρὸς ἀνίσους: "τὸ γὰρ αὐτὸ τῷ μικροῦ δεομένῳ πλέον ἐστὶ τῷ δὲ μείζονος ἔλαττον. "ὥσπερ οὖν, ὦ ἑταῖρ, ὁ κάμνουσι πολλοῖς ἴσα φάρμακα μέτροις ἀκριβέσι καὶ σταθμοῖς διανέμων παγγέλοιος, οὕτω τοιοῦτος ἑστιάτωρ οἱο῀ς ἀνθρώπους οὔτε διψῶντας ὡσαύτως οὔτε πεινῶντας εἰς ταὐτὸ συναγαγὼν ἀπὸ τῶν ἴσων θεραπεύειν ἅπαντας, ἀριθμητικῶς οὐ γεωμετρικῶς ὁρίζων τὸ δίκαιον καὶ μέτριον. "εἰς καπήλου μὲν οὖν φοιτῶμεν ἑνὶ χρώμενοι μέτρῳ τῷ δημοσίῳ πάντες: "ἐπὶ δεῖπνον δ ἕκαστος ἰδίαν ἥκει γαστέρα κομίζων, ἣν οὐ τὸ ἴσον ἀλλὰ τὸ ἀρκοῦν ἐμπίπλησι. "τὰς δ Ὁμηρικὰς ἐκείνας δαῖτας οὐ χρὴ μεταφέρειν ἐκ τῶν στρατιωτικῶν καὶ παρεμβολικῶν ἐνταῦθα δείπνων, ἀλλὰ μᾶλλον τὴν τῶν παλαιῶν φιλανθρωπίαν ζηλοῦν, οὐ μόνον ὁμεστίους οὐδ ὁμωροφίους ἀλλὰ καὶ ὁμοχοίνικας καὶ ὁμοσίτους τῷ πᾶσαν σέβεσθαι κοινωνίαν ἐν τιμῇ τιθεμένους. "τὰ μὲν οὖν Ὁμήρου δεῖπνα χαίρειν ἐῶμεν ὑπολιμώδη γάρ ἐστι καὶ διψαλέα καὶ τοὺς ἑστιάρχας βασιλεῖς ἔχοντα τῶν Ἰταλικῶν δεινοτέρους καπήλων ὥστε παρὰ τὰς μάχας, ἐν χερσὶ τῶν πολεμίων ὄντων, ἀπομνημονεύειν ἀκριβῶς, πόσον ἕκαστος τῶν δεδειπνηκότων παρ αὐτοῖς πέπωκε. "τὰ δὲ Πινδαρικὰ βελτίω δήπουθεν, ἐν οἷς ἡρ´ωες αἰδοίαν ἐμίγνυντ ἀμφὶ τράπεζαν θαμά τῷ κοινωνεῖν ἁπάντων ἀλλήλοις. "ἐκεῖνο γὰρ ἦν οἱο῀ν ἀνάμιξις καὶ σύγκρασις ἀληθῶς, τοῦτο δὲ διαίρεσις καὶ διαβολὴ τῶν φιλτάτων εἶναι δοκούντων, ὡς μηδ ὄψου κοινωνεῖν δυναμένων. ἐπὶ τούτοις εὐδοκιμήσαντι τῷ Ἁγίᾳ παρώξυνάν μ ἐπιθέσθαι.
ὥς φησιν ὁ Δημόκριτος.
"καὶ μάλιστα τὴν μοῖραν ὑπὲρ εἱμαρμένην ἡμῖν ἐπήγαγεν. "ἰσότητος γάρ, ἣν πόλεις τε πόλεσι συμμάχοις τε συμμάχους ἡ Εὐριπίδειος γραῦς φησι συνδεῖν, οὐδὲν οὕτως ὡς ἡ περὶ τράπεζαν κοινωνία δεῖται, φύσει κοὐ νόμῳ καὶ ἀναγκαίαν οὐ καινὴν οὐδ ἐπείσακτον ὑπὸ δόξης ἔχουσα χρείαν: "τῷ πλέονα δ ἐκ τῶν κοινῶν ἐσθίοντι πολέμιον καθίσταται τὸ καθυστεροῦν καὶ ἀπολειπόμενον, ὥσπερ ἐν ῥοθίῳ ταχυναυτούσης τριήρους. "οὐ γὰρ φιλικὸν οὐδὲ συμποτικὸν οἶμαι προοίμιον εὐωχίας ὑφόρασις καὶ ἁρπασμὸς καὶ χειρῶν ἅμιλλα καὶ διαγκωνισμός, ἀλλ ἄτοπα καὶ κυνικὰ καὶ τελευτῶντα πολλάκις εἰς λοιδορίας καὶ ὀργὰς οὐ κατ ἀλλήλων μόνον ἀλλὰ καὶ κατὰ τῶν τραπεζοκόμων καὶ κατὰ τῶν ἑστιώντων. "ὅσον δὲ χρόνον ἡ Μοῖρα καὶ ἡ Λάχεσις ἰσότητι τὴν περὶ τὰ δεῖπνα καὶ συμπόσια κοινωνίαν ἐβράβευον, οὐθὲν ἰδεῖν ἄκοσμον ἦν οὐδ ἀνελεύθερον ἀλλὰ καὶ τὰ δεῖπνα δαῖτας ἐκάλουν καὶ τοὺς ἑστιωμένους δαιτυμόνας δαιτροὺς δὲ τοὺς τραπεζοκόμους ἀπὸ τοῦ διαιρεῖν καὶ διανέμειν. "Λακεδαιμόνιοι δὲ κρεοδαίτας εἶχον οὐ τοὺς τυχόντας ἀλλὰ τοὺς πρώτους ἄνδρας, ὥστε καὶ Λύσανδρον ὑπ Ἀγησιλάου τοῦ βασιλέως ἐν Ἀσίᾳ κρεοδαίτην ἀποδειχθῆναι. "τότ οὖν αἱ νεμήσεις ἐξέπεσον, ὅτ ἐπεισῆλθον αἱ πολυτέλειαι τοῖς δείπνοις: "οὐ γὰρ ἦν οἶμαι πέμματα καὶ κανδύλους καὶ καρυκείας ἄλλας τε παντοδαπὰς ὑποτριμμάτων καὶ ὄψων παραθέσεις διαιρεῖν, ἀλλ ἐξηττώμενοι τῆς περὶ ταῦτα λιχνείας καὶ ἡδυπαθείας προήκαντο τὴν ἰσομοιρίαν. "τεκμήριον δὲ τοῦ λόγου καὶ νῦν ἔτι τὰς θυσίας καὶ τὰ δημόσια δεῖπνα πρὸς μερίδα γίγνεσθαι διὰ τὴν ἀφέλειαν καὶ καθαριότητα τῆς διαίτης: "ὥσθ ὁ τὴν νέμησιν ἀναλαμβάνων ἅμα συνανασῴζει τὴν εὐτέλειαν. "ἀλλ ὅπου τὸ ἴδιον ἔστιν, ἀπόλλυται τὸ κοινόν· "ὅπου μὲν οὖν μὴ ἴσον ἔστιν: "οὐ γὰρ οἰκείου κτῆσις ἀλλ ἀφαίρεσις ἀλλοτρίου καὶ πλεονεξία περὶ τὸ κοινὸν ἀδικίας· "ἦρξε καὶ διαφορᾶς, ἣν ὁρ´ῳ καὶ μέτρῳ τοῦ ἰδίου καταπαύοντες οἱ νόμοι τῆς ἴσα νεμούσης εἰς· "τὸ κοινὸν ἀρχῆς καὶ δυνάμεως ἐπώνυμοι γεγόνασιν. "ἐπεὶ μηδὲ στέφανον ἀξίου διανέμειν ἡμῶν ἑκάστῳ τὸν ἑστιῶντα μηδὲ κλισίας καὶ χώρας: "ἀλλὰ κἂν ἐρωμένην τις ἢ ψάλτριαν ἥκῃ κομίζων, κοινὰ τὰ φίλων, ἵνα τό ὁμοῦ πάντα χρήματα γίγνηται κατὰ τὸν Ἀναξαγόραν. "εἰ δ οὐδὲν ἡ τούτων ἰδίωσις ἐπιταράττει τὴν κοινωνίαν τῷ τὰ μέγιστα καὶ πλείστης ἄξια σπουδῆς εἶναι κοινά, λόγους, προπόσεις, φιλοφροσύνας, παυσώμεθα τὰς Μοίρας ἀτιμάζοντες· "καὶ τὸν τῆς τύχης παῖδα κλῆρον ὡς Εὐριπίδης φησίν, ὃς οὔτε πλούτῳ νέμων οὔτε δόξῃ τὸ πρωτεῖον, ἀλλ ὅπως ἔτυχεν ἄλλως ἄλλοτε συμφερόμενος τὸν μὲν πένητα καὶ ταπεινὸν ἐπιγαυροῖ καὶ συνεξαίρει γευόμενόν τινος αὐτονομίας, τὸν δὲ πλούσιον καὶ μέγαν ἐθίζων ἰσότητι μὴ δυσκολαίνειν ἀλύπως σωφρονίζει.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기