- 텍스트

Plutarch, Quaestiones Convivales, book 2, Περὶ τῆς ἐχενηίδος.? 7:

(플루타르코스, Quaestiones Convivales, book 2, Περὶ τῆς ἐχενηίδος. 7:)

"ὅτι πολλὰ συμπτώματ ἐνόντα πάθεσιν αἰτιῶν λαμβάνει δόξαν οὐκ ὀρθῶς ὅμοιον ὡς εἴ τις οἰοίτο τῇ ἀνθήσει τοῦ ἄγνου πεπαίνεσθαι τὸν τῆς ἀμπέλου καρπόν, ὅτι δή, τοῦτο τὸ λεγόμενον, ἡ τ ἄγνος ἀνθεῖ χὠ βότρυς πεπαίνεται ἢ τοῖς ἐπὶ τῶν λύχνων φαινομένοις μύκησι συγχεῖσθαι καὶ συννεφεῖν τὸ περιέχον: "ἢ τὴν γρυπότητα τῶν ὀνύχων αἴτιον ἀλλὰ μὴ συμβεβηκὸς εἶναι τοῦ περὶ σπλάγχνον ἕλκους. "ὥσπερ οὖν τούτων ποσσις ἕκαστον ἐπακολούθημα τοῦ πάθους ἐστὶν ἐκ τῶν αὐτῶν γεννώμενον αἰτιῶν, οὕτως ἔφην ἐγὼ μίαν αἰτίαν εἶναι δι ἣν βραδέως τε πλεῖ καὶ προσάγεται τὴν ἐχενηίδα τὸ πλοῖον: "ξηρᾶς μὲν γὰρ οὔσης καὶ μὴ σφόδρα βαρείας ὑγρότητι τῆς νεώς, εἰκὸς ὑπολισθάνουσαν ὑπὸ κουφότητος τῇ θαλάττῃ τὴν τρόπιν διαλαβεῖν τὸ κῦμα ξύλῳ καθαρῷ διαιρούμενον καὶ ἀφιστάμενον εὐπετῶς: "ὅταν δὲ νοτερὰ σφόδρα καὶ διάβροχος οὖσα φυκία τε πολλὰ καὶ βρυώδεις ἐπιπάγους προσάγηται, τοῦ τε ξύλου τὸν τόμον ἀμβλύτερον ἴσχει τό τε κῦμα τῇ γλισχρότητι προσπῖπτον οὐ ῥᾳδίως ἀπολύεται. "διὸ καὶ παραψήχουσι τοὺς τοίχους, τὰ, βρύα καὶ τὰ φυκία τῶν ξύλων ἀποκαθαίροντες, οἷς εἰκός ἐστι τὴν ἐχενηίδα προσισχομένην ὑπὸ τῆς γλισχρότητος αἴτιον τῆς βραδυτῆτος ἀλλ οὐκ ἐπακολούθημα τοῦ τὴν βραδυτῆτα ποιοῦντος αἰτίου νομισθῆναι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION