- 텍스트

Plutarch, Quaestiones Convivales, book 2, Διὰ τί πεύκη καὶ πίτυς καὶ τὰ ὅμοια τούτοις οὐκ ἐνοφθαλμιάζεται.? 3:

(플루타르코스, Quaestiones Convivales, book 2, Διὰ τί πεύκη καὶ πίτυς καὶ τὰ ὅμοια τούτοις οὐκ ἐνοφθαλμιάζεται. 3:)

οὔτε γὰρ κῶνον οὔτε κυπάριττον ἢ πίτυν ἢ πεύκην ἐκτρέφουσάν τι τῶν ἑτερογενῶν ὁρᾶσθαι. "λόγος τις ἔστιν, ὧ Κράτων, παρὰ τοῖς σοφοῖς, βεβαιούμενος ὑπὸ τῶν γεωργικῶν. τὸ γὰρ ἔλαιον εἶναί φασι τοῖς φυτοῖς πολέμιον καὶ τάχιστ ἂν ἀπολέσθαι φυτὸν ὃ βούλοιο χριόμενον ἐλαίῳ, καθάπερ τὰς μελίττας. "τὰ δ εἰρημένα δένδρα πίονα καὶ πέπειραν ἔχει τὴν φύσιν, ὥστε πίσσαν ἀποδακρύειν καὶ ῥητίνην: "ὅταν δὲ πληγῇ, ταῖς διακοπαῖς ὥσπερ ἑλκωθέντ ἰχῶρα συνάγει· "ἥ τε δᾲς αὐτῶν ἐλαιηρὰν ἀφίησιν ἰκμάδα καὶ περιστίλβει τὸ λιπαρὸν αὐτῇ: "διὸ καὶ πρὸς τἄλλα γένη δυσμίκτως ἔχει, καθάπερ αὐτὸ τοὔλαιον παυσαμένου δὲ τοῦ Φίλωνος, ὁ μὲν Κράτων ᾤετο καὶ τὴν τοῦ φλοιοῦ φύσιν πρὸς τοῦτο συνεργεῖν λεπτὸν γὰρ ὄντα καὶ ξηρὸν οὐ παρέχειν ἕδραν οὐδ ἐμβίωσιν τοῖς ἐνθεμένοις, ὥσθ ὥσπερ τὰ φλοιώδη καὶ νοτερὰ καὶ τὰ μαλακὰ τοῖς ὑπὸ τὸν φλοιὸν μέρεσι προσδεχομένοις περιπτύσσεσθαι κολλώμενον.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION