호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"τὴν κατὰ χρόνον τάξιν Ὅμηρος ἀποδείκνυσι: "ὅσα λανθάνει ἡμᾶς: "εἰ δέ τινα τῶν ἐπῶν ἐστί σοι πρόχειρα, μὴ φθονήσῃς ἀναμνῆσαι. "αἱ Πατρόκλου ταφαὶ ταύτην ἔχουσι τῶν ἀγωνισμάτων τὴν τάξιν, ἅπασιν ὡς ἔπος εἰπεῖν ἔναυλόν ἐστι. "διατηρῶν δὲ τὴν τάξιν ὁμαλῶς ὁ ποιητὴς τὸν μὲν Ἀχιλλέα λέγοντα τῷ Νέστορι πεποίηκε δίδωμι δέ σοι τόδ ἀέθλον αὔτως: "οὐ γὰρ πύξ γε μαχήσεαι οὐδὲ παλαίσεις, οὐδὲ τ ἀκοντιστὺν ἐνδύσεαι οὐδὲ πόδεσσι θεύσεαι: "τὸν δὲ πρεσβύτην ἐν τῷ ἀποκρίνεσθαι παραδολεσχοῦντα γεροντικῶς, ὅτι πὺξ μὲν ἐνίκησα Κλυτομήδεα, Οἴνοπος υἱόν, Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, Ἴφικλον δὲ πόδεσσι παρέδραμον: "αὖθις δὲ τὸν μὲν Ὀδυσσέα τοὺς Φαίακας προκαλούμενον ἢ πύξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, τὸν δ Ἀλκίνουν ὑποτιμώμενον οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί, ἀλλὰ ποσὶ κραιπνοῖς θέομεν: "ὡς οὐ κατὰ τύχην ἐκ τοῦ παρισταμένου τῇ τάξει χρώμενος ἄλλοτ ἄλλως, ἀλλὰ τοῖς εἰθισμένοις τότε καὶ δρωμένοις κατὰ νόμον ἐπακολουθῶν ἐδρᾶτο δ οὕτως, τὴν παλαιὰν ἔτι τάξιν αὐτῶν διαφυλαττόντων.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기