호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"λέγεις, καὶ συμβάλλομαί σοι πίστιν ἀπὸ τοῦ ὀνόματος: "ἀπὸ τῆς παλαιστῆς: "τούτῳ γὰρ μάλιστα τῷ μέρει τοῖν χεροῖν ἐνεργοῦσιν οἱ παλαίοντες, ὥσπερ οἱ πυκτεύοντες αὖ πάλιν τῇ πυγμῇ: "διὸ κἀκεῖνο πυγμὴ καὶ τοῦτο πάλη προσηγόρευται τοὔργον. "οὐ μὴν ἀλλὰ καὶ τὸ συμπάσαι τῶν ποιητῶν καὶ καταπάσαι παλῦναι λεγόντων, ᾧ μάλιστα χρωμένους τοὺς παλαιστὰς ὁρῶμεν, ἔστι καὶ ταύτῃ προσάγειν τὴν ἐτυμότητα τοῦ ὀνόματος.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기