호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ὦ Φίρμε, τὸν κόσμον ἀντὶ τῆς παροιμιακῆς θύρας ἐπὶ σεαυτὸν ἀνοίξας: "ὁ γὰρ κόσμος προϋφέστηκε πάντων τελειότατος ὤν: "καὶ λόγον ἔχει τοῦ ἀτελοῦς φύσει πρότερον εἶναι τὸ τέλειον, ὡς τοῦ πεπηρωμένου τὸ ὁλόκληρον καὶ τοῦ μέρους τὸ ὅλον: "οὐδὲ γὰρ ἔχει λόγον εἶναι μέρος οὗ μέρος· "ἐστὶ μὴ γεγονότος. "ὅθεν οὐθεὶς λέγει τοῦ σπέρματος εἶναι τὸν ἄνθρωπον οὐδὲ τοῦ ᾠοῦ τὴν ἀλεκτορίδα, τῆς δ ἀλεκτορίδος τὸ ᾠὸν εἶναι καὶ τὸ σπέρμα τοῦ ἀνθρώπου λέγομεν, ὡς τούτων ἐπιγιγνομένων ἐκείνοις καὶ τὴν γένεσιν ἐν ἐκείνοις λαμβανόντων εἶθ ὥσπερ ὄφλημα τῇ φύσει τὴν γένεσιν ἀποδιδόντων. "ἐνδεᾶ γάρ ἐστι, τοῦ οἰκείου: "διὸ καὶ βούλεσθαι ποιεῖν πέφυκεν ἄλλο τοιοῦτον, οἱο῀ν ἦν ἐξ οὗ ἀπεκρίθη. "καὶ τὸν σπερματικὸν λόγον ὁρίζονται γόνον ἐνδεᾶ γενέσεως: "ἐνδεὲς δ οὐδέν ἐστι τοῦ μὴ γενομένου μηδ ὄντος: "τὰ δ ᾠὰ καὶ παντάπασι βλέπεται τὴν φύσιν ἔχοντα τῆς ἔν τινι ζῴῳ πήξεως καὶ συστάσεως ὀργάνων τε τοιούτων καὶ ἀγγείων δεομένην. "ὅθεν οὐδ ἱστόρηται γηγενὲς ᾠόν: "ἀλλὰ καὶ τὸ: "Τυνδάρειον οἱ ποιηταὶ λέγουσιν οὐρανοπετὲς ἀναφανῆναι. "ζῷα δ αὐτοτελῆ καὶ ὁλόκληρα μέχρι νῦν ἀναδίδωσιν ἡ γῆ, μῦς ἐν Αἰγύπτῳ πολλαχοῦ δ ὄφεις καὶ βατράχους καὶ τέττιγας, ἀρχῆς ἔξωθεν ἑτέρας καὶ δυνάμεως ἐγγενομένης. "ἐν δὲ Σικελίᾳ περὶ τὸν δουλικὸν πόλεμον, αἵματος πολλοῦ καὶ νεκρῶν ἀτάφων ἐν τῇ γῇ κατασαπέντων, πλῆθος ἀττελέβων ἐξήνθησε καὶ τὸν σῖτον ἔφθειρον πανταχοῦ σκεδασθέντες ἐπὶ τὴν νῆσον. "ταῦτα τοίνυν ἐκ γῆς φύεται καὶ τρέφεται καὶ τροφῆς περίσσωμα ποιεῖ γόνιμον, ᾧ καθ ἡδονὰς πρὸς ἄλληλα τρέπεται, καὶ συνδυαζόμενα τῇ μίξει τὰ μὲν ᾠοτοκεῖν τὰ δὲ ζῳοτοκεῖν πέφυκε. "καὶ τούτῳ μάλιστα δῆλόν ἐστιν, ὅτι τὴν πρώτην γένεσιν ἐκ γῆς λαβόντα καθ ἕτερον τρόπον ἤδη καὶ: "δι ἀλλήλων ποιεῖται τὰς τεκνώσεις. "καθόλου δ ὅμοιόν ἐστι τῷ λέγειν, πρὸ τῆς γυναικὸς ἡ μήτρα γέγονεν: "ὡς γὰρ ἡ μήτρα πρὸς τὸ ᾠόν, οὕτω πάλιν τὸ ᾠὸν πρὸς τὸν νεοσσὸν πέφυκε, κυόμενον ἐν αὐτῷ καὶ λοχευόμενον ὥστε μηδὲν διαφέρειν τὸν διαποροῦντα, πῶς ὄρνιθες ἐγένοντο μὴ γενομένων ᾠῶν, τοῦ πυνθανομένου, πῶς ἄνδρες ἐγένοντο καὶ γυναῖκες πρὶν αἰδοῖα γενέσθαι καὶ μήτρας. "καίτοι τῶν μερῶν τὰ πλεῖστα συνυφίσταται τοῖς ὅλοις, αἱ δὲ δυνάμεις ἐπιγίνονται τοῖς μέρεσιν αἱ δ ἐνέργειαι ταῖς δυνάμεσι, τὰ δ ἀποτελέσματα ταῖς ἐνεργείαις: "ἀποτέλεσμα δὲ τῆς γεννητικῆς τῶν μορίων δυνάμεως τὸ σπέρμα καὶ τὸ ᾠόν: "ὥστε τῆς τῶν ὅλων καθυστερεῖν γενέσεως. "σκόπει δὲ μή, καθάπερ οὐ δυνατόν ἐστι πέψιν τροφῆς εἶναι πρὶν ἢ γενέσθαι ζῷον, οὕτως οὐδ ᾠὸν οὐδὲ σπέρμα: "καὶ γὰρ ταῦτα πέψεσί τισι καὶ μεταβολαῖς ἐπιγενέσθαι ἐοίκεν: "καὶ οὐχ οἱό῀ν τε, πρὶν ἢ γενέσθαι ζῷον, ἔχειν ζῴου τροφῆς περίττωμα τὴν φύσιν. "οὐ μὴν ἀλλὰ τὸ σπέρμα μὲν ἁμωσγέπως ἀρχῆς τινος ἀντιποιεῖται, τὸ δ ᾠὸν οὔτ ἀρχῆς ἔχει λόγον, οὐ γὰρ ὑφίσταται πρῶτον: "οὔθ ὅλου φύσιν, ἀτελὲς γάρ ἐστιν. "ὅθεν ἀρχῆς μὲν ἄνευ γεγονέναι ζῷον οὐ λέγομεν, ἀρχὴν δ εἶναι ζῳογονίας, ὑφ ἧς πρῶτον ἡ ὕλη μετέβαλε, δυνάμεως κρᾶσίν τινα καὶ μῖξιν ἐνεργασαμένης γόνιμον: "τὸ δ ᾠὸν ἐπιγέννημα εἶναι, καθάπερ τὸ αἷμα καὶ τὸ γάλα, τοῦ ζῴου μετὰ τροφὴν καὶ πέψιν: "οὐ γὰρ ὦπται συνιστάμενον ᾠὸν ἐκ τῆς ἰλύος, ἀλλ ἐν μόνῳ ζῴῳ τοῦτο τὴν σύστασιν ἔχει καὶ γένεσιν: "ζῷα δὲ καθ αὑτὰ μυρία συνίσταται. "καὶ τί δεῖ λέγειν τἄλλα· "πολλῶν γὰρ ἐγχέλεων ἁλισκομένων, οὐδεὶς ἑώρακεν οὔτε θορὸν οὔτ ᾠὸν ἔγχελυν ἔχουσαν: "ἀλλὰ κἂν τὸ ὕδωρ τις ἐξαρύσῃ καὶ τὴν ἰλὺν ἀναξύσῃ πᾶσαν, εἰς τὸν τόπον ὕδατος συρρυέντος ἐγχέλεις ζῳογονοῦνται. "δεῖ οὖν ὕστερον ἀνάγκῃ γεγονέναι τὸ θατέρου δεόμενον πρὸς γένεσιν: "δὲ καὶ νῦν θατέρου χωρὶς ἄλλως ὑπάρχει συνίστασθαι, τοῦτο προτερεῖν τῇ ἀρχῇ τῆς γενέσεως. "περὶ ἐκείνης γὰρ ἔστι τῆς πρώτης ὁ λόγος: "ἐπεὶ νῦν γε καὶ νεοττιὰς συντίθησι τὰ πτηνὰ πρὸ τῆς ᾠοτοκίας, καὶ σπάργανα παρασκευάζουσιν αἱ γυναῖκες: "ἀλλ οὐκ ἂν εἴποις καὶ νεοττιὰν ᾠοῦ γεγονέναι πρότερον καὶ σπάργανα παίδων. "οὐ γὰρ γῆ φησὶν ὁ Πλάτων γυναῖκα, γῆν δὲ γυνὴ μιμεῖται καὶ τῶν ἄλλων θηλέων ἕκαστον. "διὸ πρώτην γένεσιν εἰκός ἐστιν ἐκ γῆς τελειότητι καὶ ῥώμῃ τοῦ γεννῶντος αὐτοτελῆ καὶ ἀπροσδεᾶ γενέσθαι, τοιούτων ὀργάνων καὶ στεγασμάτων καὶ ἀγγείων μὴ δεομένην, ἃ νῦν ἡ φύσις ἐν τοῖς τίκτουσιν ἐργάζεται καὶ μηχανᾶται δι ἀσθένειαν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기