호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἀλλ ὁρ´α καὶ αὐτὸς ὁ Ξενοφῶν ἔν τε τῷ Σωκρατικῷ καὶ τοῖς Περσικοῖς ἐπιδείκνυσι συμποσίοις τὸ γένος. "εἰ δὲ δοκεῖ καὶ ἡμᾶς ἐπιθέσθαι τινὶ λόγῳ, πρῶτον ἡδέως ἐρωτᾶσθαί μοι δοκοῦσιν ἃ ῥᾳδίως ἀποκρίνασθαι δύνανται: "ταῦτα δ ἐστὶν ὧν ἐμπειρίαν ἔχουσιν. "ὁἱ γὰρ ἀγνοοῦσιν, ἢ μὴ λέγοντες ἄχθονται καθάπερ αἰτηθέντες ὃ δοῦναι μὴ δύνανται, ἢ λέγοντες ἀπὸ δόξης καὶ εἰκασίας οὐ βεβαίου διαταράσσονται καὶ κινδυνεύουσιν. "ἂν δὲ μὴ μόνον ἔχῃ τὸ ῥᾴδιον ἀλλὰ καὶ περιττὸν ἡ ἀπόκρισις, ἡδίων ἐστὶ τῷ ἀποκρινομένῳ περιτταὶ δ εἰσὶν αἱ τῶν ἐπισταμένων ἃ μὴ πολλοὶ γιγνώσκουσιν μηδ ἀκηκόασιν· "οἱο῀ν ἀστρολογικῶν, διαλεκτικῶν, ἄνπερ ἕξιν ἐν αὐτοῖς ἔχωσιν. "οὐ γὰρ πράττων μόνον ἕκαστος οὐδὲ διημερεύων, ὡς Εὐριπίδης φησίν, ἀλλὰ καὶ διαλεγόμενος ἵν αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν ἡδέως διατίθεται: "καὶ χαίρουσι τοῖς ἐρωτῶσιν ἃ γιγνώσκοντες ἀγνοεῖσθαι καὶ λανθάνειν οὐ θέλουσι. "διὸ καὶ περὶ χώρας ἀποίκου καὶ ξένης θαλάττης ἐθῶν τε βαρβαρικῶν καὶ νόμων οἱ πεπλανημένοι καὶ πεπλευκότες ἣδιον ἐρωτῶνται, καὶ προθύμως διηγοῦνται καὶ διαγράφουσι κόλπους καὶ τόπους, οἰόμενοι καὶ χάριν τινὰ τῶν πόνων ταύτην καὶ παραμυθίαν κομίζεσθαι. "καθόλου δ ὅσα μηδενὸς ἐρωτῶντος αὐτοὶ διηγεῖσθαι καὶ λέγειν ἀφ ἑαυτῶν εἰώθαμεν, ἣδιον ἐρωτώμεθα, χαρίζεσθαι τούτοις δοκοῦντες· "ὧν ἔργον ἦν ἐνοχλουμένων ἀποσχέσθαι. "καὶ τοῦτο μὲν ἐν τοῖς πλωτικοῖς μάλιστα φύεται τὸ γένος τοῦ νοσήματος: "οἱ δὲ κομψότεροι ταῦτ ἐρωτᾶσθαι θέλουσιν ἃ βουλόμενοι λέγειν αἰδοῦνται καὶ φείδονται τῶν παρόντων: "οἱο῀ν ὅσα τυγχάνουσιν αὐτοὶ διαπεπραγμένοι καὶ κατωρθωκότες. "ὀρθῶς γοῦν ὁ Νέστωρ τὴν φιλοτιμίαν τοῦ Ὀδυσσέως ἐπιστάμενος εἴπ ἄγε μ, ὦ πολύαιν Ὀδυσεῦ φησί, μέγα κῦδος Ἀχαιῶν, ὅππως τούσδ ἵππους λάβετον. "ἄχθονται γὰρ τοῖς αὑτοὺς ἐπαινοῦσι καὶ τὰς ἑαυτῶν εὐτυχίας διεξιοῦσιν, ἂν μὴ κελεύσῃ ἄλλος τις τῶν παρόντων καὶ οἱο῀ν βιαζόμενοι λέγωσι. "ἡδέως γοῦν ἐρωτῶνται περὶ πρεσβειῶν καὶ περὶ πολιτειῶν εἰ μέγα τι καὶ λαμπρὸν εἰργασμένοι τυγχάνουσιν. "ὅθεν ἣκιστα περὶ τούτων οἱ φθονεροὶ καὶ κακοήθεις ἐρωτῶσι, κἂν ἄλλος τις ἔρηται τὰ τοιαῦτα, διακρούονται καὶ παρατρέπουσι, χώραν τῇ διηγήσει μὴ, διδόντες μηδὲ βουλόμενοι λόγου τὸν λέγοντα κοσμοῦντος ἀφορμὰς προέσθαι. "καὶ ταῦτ οὖν ἐρωτῶντες χαρίζεσθαι τοῖς ἀποκρινομένοις, ἃ τοὺς ἐχθροὺς καὶ δυσμενεῖς αἰσθάνονται μὴ βουλομένους ἀκούειν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기