- 텍스트

Plutarch, Platonicae quaestiones, chapter 1, section 6

(플루타르코스, Platonicae quaestiones, chapter 1, section 6)

ὁρ´α δὲ μὴ τἄλλα μὲν οὐδεμιᾶς ἦν ἄξια σπουδῆς ποιήματα καὶ μαθήματα καὶ λόγοι ῥητόρων καὶ δόγματα σοφιστῶν, ἃ Σωκράτην γεννᾶν τὸ δαιμόνιον ἀπεκώλυσεν:? ἣν δὲ μόνην ἡγεῖτο Σωκράτης σοφίαν περὶ τὸ θεῖον καὶ νοητόν, ἐρωτικὴν ὑπ αὐτοῦ προσαγορευομένην, ταύτης οὐ γένεσις ἔστιν ἀνθρώποις οὐδ εὑρ´εσις ἀλλ ἀνάμνησις.

ὅθεν οὐδὲν ἐδίδασκε Σωκράτης, ἀλλ ἐνδιδοὺς ἀρχὰς ἀποριῶν ὥσπερ ὠδίνων τοῖς νέοις ἐπήγειρε καὶ ἀνεκίνει καὶ συνεξῆγε τὰς ἐμφύτους νοήσεις:

ἔχοντας οἰκεῖον ἐν ἑαυτοῖς ἀτελῆ δὲ καὶ συγκεχυμένον καὶ δεόμενον τοῦ τρέφοντος καὶ βεβαιοῦντος ἐπιδεικνύουσαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION