- 텍스트

Plutarch, Parallela minora, section 40

(플루타르코스, Parallela minora, section 40)

εὐήνος Ἄρεος καὶ Στερόπης τὴν Οἰνομάου γήμας Ἀλκίππην ἐγέννησε θυγατέρα Μάρπησσαν, ἣν παρθένον ἐφρούρει.? καὶ Ἴδας ὁ Ἀφαρέως ἀρπάσας ἐκ χοροῦ ἔφυγεν. ὁ δὲ πατὴρ διώξας καὶ μὴ συλλαβὼν εἰς τὸν Λυκόρμαν ἔρριψεν ἑαυτὸν ποταμὸν καὶ ἀθάνατος ἐγένετο ὡς Δοσίθεος ἐν πρώτῳ Αἰτωλικῶν. Ἄννιος δὲ Τούσκων βασιλεὺς ἔχων θυγατέρα εὔμορφον τοὔνομα Σαλίαν, παρθένον ἐτήρει. Κάθητος δ ἐκ τῶν ἐπισήμων ἰδὼν τὴν παρθένον παίζουσαν ἠράσθη, καὶ μὴ στέγων τὸν ἔρωτα ἡρ´πασε καὶ ἦγεν εἰς Ῥώμην. ὁ δὲ πατὴρ ἐπιδιώξας καὶ μὴ συλλαβὼν ἥλατο εἰς τὸν Παρεούσιον ποταμόν, ὃς Ἀνίων μετωνομάσθη: τῇ δὲ Σαλίᾳ συγγενόμενος Κάθητος ἐποιήσατο Λατῖνον καὶ Σάλιον, ἀφ ὧν οἱ εὐγενέστατοι κατῆγον τὸ γένος: ὡς Ἀριστείδης Μιλήσιος καὶ Ἀλέξανδρος ὁ Πολυϊ´στωρ ἐν τρίτῳ Ἰταλικῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION