호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Βούσιρις, παῖς Ποσειδῶνος καὶ Ἀνίππης τῆς Νείλου, τοὺς παριόντας ὑπούλῳ φιλοξενίᾳ κατέθυε.? μετῆλθε δ αὐτὸν ἡ τῶν τετελευτηκότων νέμεσις: Ἡρακλῆς γὰρ ἐπιτεθεὶς τῷ ῥοπάλῳ διεχρήσατο: ὡς Ἀγάθων Σάμιος. Ἡρακλῆς τὰς Γηρυόνου βοῦς ἐλαύνων δι Ἰταλίας ἐπεξενώθη Φαύνῳ βασιλεῖ, ὃς ἦν Ἑρμοῦ παῖς καὶ τοὺς ξένους τῷ γεννήσαντι ἔθυεν: ἐπιχειρήσας δὲ τῷ Ἡρακλεῖ ἀνῃρέθη: ὡς Δέρκυλλος ἐν τρίτῳ Ἰταλικῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기