- 텍스트

Plutarch, Parallela minora, section 31

(플루타르코스, Parallela minora, section 31)

Ἀθηναίων πόλεμον ἐχόντων πρὸς Εὔμολπον καὶ τῆς εὐθηνίας μὴ ἐπαρκούσης Πύρανδρος ταμίας τῶν δημοσίων ὑπέσπασε τὸ μέτρον φειδωλῶς χρώμενος:? οἱ δ ἐγχώριοι ὡς προδότην ὑποπτεύσαντες λιθόλευστον ἐποίησαν: ὡς Καλλισθένης ἐν τρίτῳ Θρᾳκικῶν. Ῥωμαίων πρὸς Γάλλους πολεμούντων καὶ τῆς εὐθηνίας μὴ ἀρκούσης Κίννας τοῦ δήμου τὸ σιτόμετρον ὑπέσπασε: Ῥωμαῖοι δὲ ὡς ἀντιποιούμενον αὐτὸν τῆς βασιλείας λιθόλευστον ἐποίησαν ὡς Ἀριστείδης ἐν τρίτῳ Ἰταλικῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION