- 텍스트

Plutarch, Parallela minora, section 30

(플루타르코스, Parallela minora, section 30)

Σαρδιανοὶ πρὸς Σμυρναίους πόλεμον ἔχοντες περὶ τὰ τείχη ἐστρατοπεδεύσαντο, καὶ διὰ πρέσβεων ἔπεμψαν μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας συνελθεῖν αὐτοῖς συγχωρήσωσι.? τῶν δὲ Σμυρναίων διὰ τὴν ἀνάγκην μελλόντων πάσχειν κακῶς, θεραπαινὶς ἦν μία τῶν εὐσχημόνων, ἣ προσδραμοῦσα ἔφη τῷ δεσπότῃ Φιλάρχῳ, δεῖ τὰς θεραπαίνας κοσμήσαντας ἀντ ἐλευθέρων πέμπειν. ᾿ ὃ δὴ καὶ ἔδρασαν. οἱ δὲ κοπωθέντες ὑπὸ τῶν θεραπαινῶν ἑάλωσαν. ὅθεν καὶ νῦν παρὰ Σμυρναίοις ἑορτὴ λέγεται Ἐλευθέρια, ἐν᾿ αἱ δοῦλαι τὸν κόσμον τῶν ἐλευθέρων φοροῦσιν ὡς Δοσίθεος ἐν τρίτῳ Λυδιακῶν. Ἀτεπόμαρος Γάλλων βασιλεὺς Ῥωμαίοις πολεμῶν ἔφη μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας εἰς συνουσίαν ἐκδῶσι. τῶν δὲ διὰ συμβουλὴν θεραπαινίδων πεμψάντων τὰς δούλας κοπωθέντες οἱ βάρβαροι τῇ ἀλήκτῳ συνουσίᾳ ὑπνώθησαν.

ἡ δὲ Ῥητᾶνα αὕτη γὰρ ἦν τοῦτο συμβουλεύσασα ἀγρίας ἐπιλαβομένη συκῆς ἀναβαίνει εἰς τὸ τεῖχος καὶ μηνύει τοῖς ὑπάτοις: οἱ δ ἐπελθόντες ἐνίκησαν. ἀφ οὗ καὶ ἑορτὴ θεραπαινῶν καλεῖται: Μιλήσιος ἐν πρώτῃ Ἰταλικῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION