호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀριστώνυμος Ἐφέσιος υἱὸς Δημοστράτου ἐμίσει γυναῖκας, ὄνῳ δ ἐμίσγετο:? ἡ δὲ κατὰ χρόνον ἔτεκε κόρην εὐειδεστάτην Ὀνόσκελιν τοὔνομα: ὡς Ἀριστοκλῆς ἐν δευτέρᾳ Παραδόξων. Φουλούιος Στέλλος μισῶν γυναῖκας ἵππῳ συνεμίσγετο: ἡ δὲ κατὰ χρόνον ἔτεκε κόρην εὔμορφον καὶ ὠνόμασαν Ἔποναν: ἔστι δὲ θεὸς πρόνοιαν ποιουμένη ἵππων: ὡς Ἀγησίλαος ἐν τρίτῳ Ἰταλικῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기