호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τελαμών ὁ Αἰακοῦ καὶ Ἐνδηίδος ἐλθὼν εἰς Εὔβοιαν διέφθειρε τὴν Ἀλκοθόου Ἐρίβοιαν καὶ νυκτὸς ἔφυγεν.? ὁ δὲ πατὴρ αἰσθόμενος καὶ τῶν πολιτῶν τινα ὑποπτεύσας ἔδωκε τὴν κόρην καταποντωθῆναί τινι τῶν δορυφόρων. ὁ δ ἐλεήσας ἀπημπόλησε: προσσχούσης δὲ τῆς νεὼς Σαλαμῖνι Τελαμὼν ὠνήσατο ἡ δ ἔτεκεν Αἰάντα: ὡς Ἀρητάδης Κνίδιος ἐν δευτέρῳ Νησιωτικῶν. Λούκιος Τρώσκιος θυγατέρα εἶχε Φλωρεντίαν ἀπὸ τῆς Πατρίδος: ταύτην ἔφθειρε Καλπούρνιος Ῥωμαῖος. ὁ δὲ παρέδωκε τὴν κόρην καταποντίσαι: ἐλεηθεῖσα δὲ ὑπὸ τοῦ δορυφόρου πιπράσκεται: καὶ κατὰ τύχην τῆς νεὼς προσσχούσης εἰς Ἰταλίαν, Καλπούρνιος ὠνήσατο καὶ ἐποιήσατο ἐξ αὐτῆς Κόντρουσκον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기