- 텍스트

Plutarch, Parallela minora, section 25

(플루타르코스, Parallela minora, section 25)

Φώκου ὄντος ἐκ Ψαμάθης Αἰακῷ καὶ στεργομένου, Τελαμὼν ἦγεν ἐπὶ θήραν καὶ συὸς ἐπιφανέντος κατὰ τοῦ μισουμένου ἐπαφῆκε τὸ δόρυ καὶ ἐφόνευσεν.? ὁ δὲ πατὴρ ἐφυγάδευσεν ὡς Δωρόθεος ἐν πρώτῳ Μεταμορφώσεων. Γάϊος Μάξιμος ἔχων υἱοὺς Σιμίλιον καὶ Ῥῆσον τοῦτον ἐγέννησεν ἐξ Ἀμερίας νόθον: ὁ Ῥῆσος οὗτος ἐν κυνηγεσίῳ ἀπέκτεινε τὸν ἀδελφὸν καὶ ὑποστρέψας τὸ σύμπτωμα τύχης εἶπεν οὐ κρίσεως γεγονέναι. ὁ δὲ γνοὺς τἀληθὲς ἐφυγάδευσεν: ὡς Ἀριστοκλῆς ἐν τρίτῳ Ἰταλικῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION