- 텍스트

Plutarch, Parallela minora, section 23

(플루타르코스, Parallela minora, section 23)

μετὰ τὴν Ἰλίου πόρθησιν ἐξεβράσθη Διομήδης εἰς Λιβύην, ἔνθα Λύκος ἦν βασιλεὺς ἔθος ἔχων τοὺς ξένους Ἄρει τῷ πατρὶ θύειν.? Καλλιρρόη δὲ ἡ θυγάτηρ ἐρασθεῖσα Διομήδους τὸν πατέρα προέδωκε, καὶ τὸν Διομήδην ἔσῳσε λύσασα τῶν δεσμῶν ὁ δὲ ἀμελήσας τῆς εὐεργέτιδος ἀπέπλευσεν ἡ δὲ βρόχῳ ἐτελεύτησεν ὡς Ιὄβας ἐν τρίτῃ Λιβυκῶν. Καλπούρνιος Κράσσος ἀνὴρ τῶν ἐπισήμων, Ῥηγούλῳ συστρατευόμενος, ἐπέμφθη εἰς Μασσύλους πορθήσων φρούριόν τι δυσάλωτον τοὔνομα Γαραίτιον. αἰχμάλωτος δὲ ληφθεὶς ἔμελλε θύεσθαι τῷ Κρόνῳ. Βισαλτία δέ, τοῦ βασιλέως θυγάτηρ, ἐρασθεῖσα προέδωκε τὸν πατέρα καὶ νικηφόρον ἐκεῖνον ἐποίησεν. ἀναστρέψαντος δ αὐτοῦ, ἡ κόρη κατέσφαξεν ἑαυτὴν ὡς Ἡσιάναξ ἐν τρίτῳ Λιβυκῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION