호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ δὲ δόλῳ ὑπῆγε τὸν δεσπότην ἔφη γὰρ γείτονα παρθένον ἐρᾶν αὐτοῦ καὶ αἰσχύνεσθαι ἐν φανερῷ προσιέναι. ὁ δὲ συνῄει. ποτὲ δὲ θελήσασ τὴν ἐρῶσαν μαθεῖν φῶσ ᾔτησεν, ἰδὼν δὲ ξιφήρησ τὴν ἀσελγεστάτην ἐδίωκεν. ἡ δὲ κατὰ πρόνοιαν Ἀφροδίτησ εἰσ ὁμώνυμον δένδρον μετεμορφώθη· καθὰ Θεόδωροσ ἐν ταῖσ Μεταμορφώσεσιν. Οὐαλερία Τουσκλαναρία κατὰ μῆνιν Ἀφροδίτησ ἐρασθεῖσα Οὐαλερίου τοῦ πατρὸσ τῇ τροφῷ ἀνειοίνωσεν· ἡ δὲ τὸν δεσπότην δόλῳ ὑπῆλθεν, εἰποῦσα ὡσ αἰδεῖται κατ’ ὅφιν μίσγεσθαι, τῶν τε γειτόνων εἶναι τινα παρθένον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기