- 텍스트

Plutarch, Parallela minora, section 21

(플루타르코스, Parallela minora, section 21)

Κυάνιππος τῷ γένει Θετταλὸς ἐπὶ θήραν συνεχῶς ἐξῄει:? ἡ δὲ νεόνυμφος αὐτοῦ ὑπολαβοῦσα διὰ τὸ πολλάκις ἐν ὕλαις μένειν συνήθειαν ἔχειν μεθ ἑτέρας, κατ ἴχνος ἠκολούθησε τῷ Κυανίππῳ: καὶ ἔν τινι κατακρυβεῖσα συνδένδρῳ, τὸ μέλλον ἀπεκαραδόκει. τῶν δὲ κλάδων σεισθέντων οἱ κύνες θηρίον εἶναι δόξαντες ὡρ´μησαν καὶ τὴν φίλανδρον ἀλόγου δίκην ζῴου διεσπάραξαν. ὁ δὲ Κυάνιππος τῆς ἀνελπίστου πράξεως αὐτόπτης γενόμενος ἑαυτὸν ἀπέσφαξεν: ὡς Παρθένιος ὁ ποιητής. ἐν Συβάρει πόλει τῆς Ἰταλίας νέος περίβλεπτος τὸ κάλλος Αἰμίλιος φιλοκύνηγος ἦν ἡ δὲ νεόνυμφος δόξασα ἑτέρᾳ συνεῖναι εἰσῄει εἰς τὴν νάπην. τῶν δὲ δένδρων σεισθέντων, οἱ κύνες ἐπιδραμόντες διέσπασαν: ὁ δὲ ἐπέσφαξεν ἑαυτόν: ὡς Κλειτώνυμος ἐν δευτέρῳ Συβαριτικῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION