호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν ιλιι τοῦ ναοῦ τῆς Ἀθηνᾶς ἐμπρησθέντος, προσδραμὼν Ἶλος τὸ.? διοπετὲς ἡρ´πασε παλλάδιον καὶ ἐτυφλώθη: οὐ γάρ ἐξῆν ὑπ ἀνδρὸς βλέπεσθαι: ὕστερον δ ἐξιλασάμενος ἀνέβλεψεν ὡς Δέρκυλλος ἐν πρώτῳ Κτίσεων. Ἀντύλος ἀνὴρ τῶν ἐπισήμων πορευόμενος εἰς τὸ προάστειον ὑπὸ κοράκων ἐπεσχέθη παιόντων ταῖς πτέρυξι. φοβηθεὶς δὲ τὸν οἰωνὸν εἰς Ῥώμην ὑπέστρεψεν. ἰδὼν δὲ τὸ τέμενος τῆς Ἑστίας καιόμενον καὶ τὸ παλλάδιον ἁρπάσας ἐτυφλώθη ὕστερον δ ἀνέβλεψεν ἐξιλασάμενος: ὡς Ἀριστείδης Μιλήσιος Ἰταλικοῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기