- 텍스트

Plutarch, Parallela minora, section 16

(플루타르코스, Parallela minora, section 16)

Τεγεάταις καὶ Φενεάταις χρονίου πολέμου γενομένου, ἔδοξε τριδύμους ἀδελφοὺς πέμψαι τοὺς μαχησομένους περὶ τῆς νίκης.? καὶ Τεγεᾶται μὲν οὖν τοὺς Ῥηξιμάχου παῖδας, Φενεᾶται δὲ τοὺς Δημοστράτου προεβάλλοντο. συμβληθείσης δὲ τῆς μάχης, ἐφονεύθησαν τῶν Ῥηξιμάχου δύο: ὁ δὲ τρίτος τοὔνομα α Κριτόλαος στρατηγήματι περιεγένετο τῶν δύο: προσποιητὴν γὰρ φυγὴν σκηψάμενος καθ ἕνα τῶν διωκόντων ἀνεῖλε. καὶ ἐλθόντος οἱ μὲν ἄλλοι συνεχάρησαν, μόνη δ οὐκ ἐχάρη ἡ ἀδελφὴ ᾿ Δημοδίκη: πεφονεύκει γὰρ αὐτῆς τὸν κατηγγυημένον ἄνδρα Δημόδικον. ἀναξιοπαθήσας δὲ ὁ Κριτόλαος ἀνεῖλεν αὐτήν. φόνου δ ἀγόμενος ὑπὸ τῆς μητρὸς ἀπελύθη τοῦ ἐγκλήματος: ὡς Δημάρατος ἐν δευτέρῳ Ἀρκαδικῶν.

Ῥωμαῖοι καὶ Ἀλβανοὶ πολεμοῦντες τριδύμους προμάχους εἵλοντο, καὶ Ἀλβανοὶ μὲν Κουριατίους, Ῥωμαῖοι δὲ Ὡρατίους. συμβληθείσης δὲ τῆς μάχης, οἱ Κουριάτιοι δύο τῶν ἐναντίων ἀνεῖλον ὁ δὲ περίλοιπος φυγῇ προσποιητῇ συμμάχῳ χρώμενος ἐφόνευσε καθ ἕνα τῶν ἐπιδιωκόντων. χαρέντων δὲ πάντων, μόνη ἡ ἀδελφὴ οὐ συνεχάρη Ὡρατία τὸν κατηγγυημένον ἄνδρα Κουριάτιον ἀνῃρηκότι: ὁ δὲ ἐφόνευσε τὴν ἀδελφήν: Ἀριστείδης ὁ Μιλήσιος ἐν Ἰταλικοῖς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION