- 텍스트

Plutarch, Parallela minora, section 13

(플루타르코스, Parallela minora, section 13)

Ἡρακλῆς τοῦ Ιὄλης γάμου ἀποτυχὼν τὴν Οἰχαλίαν ἐπόρθησεν.? ἡ δ Ιὄλη ἀπὸ τοῦ τείχους ἔρριψεν ἑαυτήν. συνέβη δέ, κολπωθείσης ὑπὸ ἀνέμου τῆς ἐσθῆτος, μηδὲν παθεῖν: καθάπερ ἱστορεῖ Νικίας Μαλλώτης. Ῥωμαῖοι πολεμοῦντες πρὸς Τούσκους ἐχειροτόνησαν Βασιλέως Τορκουᾶτον. οὗτος θεασάμενος τοῦ βασιλέως τὴν θυγατέρα τοὔνομα Κλουσίαν ᾐτεῖτο παρὰ τοῦ Τούσκου τὴν θυγατέρα, μὴ τυχὼν δ ἐπόρθει τὴν πόλιν. ἡ δὲ Κλουσία ἀπὸ τῶν πύργων ἔρριψεν ἑαυτήν: προνοίᾳ δ Ἀφροδίτης κολπωθείσης τῆς ἐσθῆτος, διεσώθη ἐπὶ τὴν γῆν:

ἣν ὁ στρατηγὸς διέφθειρε, καὶ τούτων πάντων ἕνεκα ἐξωρίσθη κοινῷ δόγματι ὑπὸ Ῥωμαίων εἰς Κόρσικαν νῆσον πρὸ τῆς Ἰταλίας: ὡς Θεόφιλος ἐν τρίτῳ Ἰταλικῶν. ·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION