호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Περσῶν τὴν Ἑλλάδα λεηλατούντων Παυσανίας ὁ τῶν Λακεδαιμονίων στρατηγὸς πεντακόσια χρυσοῦ τάλαντα παρὰ Ξέρξου λαβὼν ἔμελλε προδιδόναι τὴν Σπάρτην.? φωραθέντος δὲ τούτου, Ἀγησίλαος ὁ πατὴρ μέχρι τοῦ ναοῦ τῆς Χαλκιοίκου συνεδίωξεν Ἀθηνᾶς, καὶ τὰς θύρας τοῦ τεμένους πλίνθῳ φράξας λιμῷ ἀπέκτεινεν: ἡ δὲ μήτηρ καὶ ἄταφον ἔρριψεν: ὡς Χρύσερμος ἐν δευτέρῳ Ἱστορικῶν. Ῥωμαῖοι πρὸς Λατίνους πολεμοῦντες ἐχειροτόνησαν στρατηγὸν Πόπλιον Δέκιον: νεανίσκος δέ τις τῶν ἐπισήμων πένης τοὔνομα Κάσσιος Βροῦτος ἐπὶ ῥητῷ μισθῷ νυκτὸς τὰς πύλας ἀνοῖξαι ἐβουλήθη. φωραθεὶς δὲ εἰς ναὸν ἔφυγεν Ἀθηνᾶς Αὐξιλιαρίας.
Κάσσιος δὲ Σίγνιφερ ὁ πατὴρ αὐτοῦ κατέκλεισε καὶ λιμῷ διέφθειρε καὶ ἄταφον ἔρριψεν: ὡς Κλειτώνυμος ἐν Ἰταλικῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기