호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πυραίχμης βασιλεὺς Εὐβοέων ἐπολέμει Βοιωτοῖς ὃν Ἡρακλῆς ἔτι νέος ὢν ἐνίκησε:? πώλοις δὲ προσδήσας καὶ εἰς δύο μέρη διελὼν τὸν Πυραίχμην, ἄταφον ἔρριψεν. κεῖται δὲ παρὰ ποταμὸν Ἡράκλειον, χρεμετισμὸν δ ἀναδίδωσι πινόντων ἵππων ὡς ἐν τρίτῳ περὶ Ποταμῶν. Τοῦλλος Ὁστίλιος βασιλεὺς Ῥωμαίων ἐπολέμησεν Ἀλβανοῖς, βασιλέως ὄντος Μετίου Φουφετίου, καὶ τὴν μάχην πολλάκις ὑπερέθετο. οἱ δ ὡς ἡττωμένου εἰς εὐωχίαν ἐτράπησαν: οἰνωμένοις δ ἐπέθετο, καὶ τὸν βασιλέα δύο πώλοις συζεύξας διεσπάραξεν: ὡς Ἀλέξαρχος ἐν τετάρτῃ Ἰταλικῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기