- 텍스트

Plutarch, Parallela minora, section 6

(플루타르코스, Parallela minora, section 6)

τῶν ἅμα Πολυνείκει εὐωχουμένων λοχαγῶν ἀετὸς καταπτὰς τὸ Ἀμφιάρεω ἐβάστασε δόρυ εἰς ὕφος καὶ εἰάσε:? τὸ . δὲ παγὲν ἐν γῇ δάφνη ἐγένετο. τῇ δ ὑστεραίᾳ πολεμούντων κατ ἐκεῖνο κατεπόθη ὁ Ἀμφιάρεως ἄμα τῷ ἁρ´ματι, ἔνθα νῦν πόλις Ἅρμα καλεῖται: ὡς Τρισίμαχος ἐν τρίτῳ Κτίσεων. Ῥωμαίων πρὸς Πύρρον Ἠπειρώτην πολεμούντων Αἰμίλιος Παῦλος χρησμὸν ἔλαβε νικῆσαι, βωμὸν ἐὰν ἁρ´ματι, ἔνθα ἂν ἴδῃ χάσματι κρυπτόμενον ἄνδρα τῶν ἐπισήμων μετὰ ἁρ´ματος. μετὰ τρεῖς ἡμέρας Οὐαλέριος Κονᾶτος κατ ὄναρ ἰδὼν ἀναλαβεῖν ἱερέως κόσμον καὶ γὰρ ἦν μαντικῆς ἔμπειρος, στρατηγήσας καὶ πολλοὺς φονεύσας ὑπὸ γῆς κατεπόθη. ὁ Αἰμίλιος δὲ βωμὸν ἱδρύσας ἐνίκησε καὶ ἑκατὸν ἑξήκοντα πυργοφόρους ἐλέφαντας εἰς Ῥώμην κατέπεμψεν. ὁ δὲ βωμὸς μαντεύεται κατ ἐκεῖνον τὸν καιρόν, καθ ὃν ἐνικήθη Πύρρος: ὡς ἱστορεῖ Κριτόλας ἐν τρίτῃ Ἠπειρωτικῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION