- 텍스트

Plutarch, Parallela minora, section 3

(플루타르코스, Parallela minora, section 3)

ἀργεῖν καὶ Λακεδαιμονίων ὑπὲρ Θυρεάτιδος χώρας πολεμούντων, οἱ Ἀμφικτύονες ἔκριναν πολεμῆσαι τριακοσίους ἑκατέρων καὶ τῶν νικησάντων εἶναι τὴν χώραν.? Λακεδαιμόνιοι μὲν οὖν Ὀθρυάδην ἐποίησαν στρατηγὸν Ἀργεῖοι δὲ Θέρσανδρον. πολεμούντων δὲ δύο ἐκ τῶν Ἀργείων περιελείφθησαν , Ἀγήνωρ καὶ Χρόμιος οἵτινες εἰς τὴν πόλιν ἤγγειλαν τὴν νίκην. ἐρημίας δ ὑπαρχούσης ὁ Ὀθρυάδης ἐπιζήσας καὶ ἡμικλάστοις δόρασιν ἐπερειδόμενος τὰς τῶν νεκρῶν ἁρπάζων ἀσπίδας περιείλετο: "Διὶ τροπαιούχῳ. καὶ τῶν δύο στάσιν ἐχόντων, οἱ Ἀμφικτύονες αὐτόπται γενόμενοι Λακεδαιμονίους προκρίνουσι: καθάπερ Χρύσερμος ἐν τρίτῳ Πελοποννησιακῶν. Ῥωμαῖοι πρὸς Σαμνίτας πόλεμον ἔχοντες στρατηγὸν ἐχειροτόνησαν Ποστούμιον Ἀλβῖνον. οὗτος κατὰ τὰς καλουμένας φορκούλας Καυδίνας ἔστι δὲ τόπος στενώτατος ἐνεδρευθεὶς τρεῖς ἀπέβαλε λεγεῶνας καὶ αὐτὸς καιρίως τρωθεὶς ἔπεσε. "Ῥωμαῖοι κατὰ Σαμνιτῶν Διὶ τροπαιούχῳ.

Μάξιμος δὲ ὁ ἐπικληθεὶς Λαίμαργος, στρατηγὸς πεμφθεὶς καὶ παραγενόμενος ἐπὶ τὸν τόπον, ἰδὼν τὸ τρόπαιον τὸν οἰωνὸν ἀσμένως ἐδέξατο: καὶ συμβαλὼν ἐνίκησε καὶ αἰχμάλωτον λαβὼν τὸν βασιλέα εἰς Ῥώμην ἔπεμψεν: ὡς Ἀριστείδης ὁ Μιλήσιος ἐν τρίτῃ Ἰταλικῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION