- 텍스트

Plutarch, Parallela minora, section 1

(플루타르코스, Parallela minora, section 1)

Δάτις ὁ Περσῶν σατράπης μετὰ τριάκοντα μυριάδων εἰς Μαραθῶνα παραγενόμενος, πεδίον τῆς Ἀττικῆς, καὶ στρατοπεδευσάμενος πόλεμον τοῖς ἐγχωρίοις κατήγγειλεν:? Ἀθηναῖοι δὲ τοῦ βαρβαρικοῦ πλήθους καταφρονήσαντες ἐνακισχιλίους ἔπεμψαν, στρατηγοὺς ποιήσαντες Κυνέγειρον Πολύζηλον Καλλίμαχον Μιλτιάδην. συμβληθείσης δὲ τῆς παρατάξεως, Πολύζηλος μὲν ὑπεράνθρωπον φαντασίαν θεασάμενος τὴν ὁρ´ασιν ἀπέβαλε καὶ τυφλὸς ἐγένετο: Καλλίμαχος δὲ πολλοῖς περιπεπαρμένος δόρασι καὶ νεκρὸς ἐστάθη: Κυνέγειρος δὲ Περσικὴν ἀναγομένην ναῦν κατασχὼν ἐχειροκοπήθη. Ἀσδρούβας βασιλεὺς Σικελίαν καταλαβόμενος πόλεμον Ῥωμαίοις κατήγγειλε: Μέτελλος δὲ ὑπὸ τῆς συγκλήτου στρατηγὸς χειροτονηθεὶς ἐγκρατὴς ἐγένετο τῆς νίκης ταύτης, ἐν ᾗ Λεύκιος Γλαύκων εὐγενὴς ἀνήρ, τὴν Ἀσδρούβα κατέχων ναῦν, ἀμφοτέρας ἀπέβαλε τὰς χεῖρας: Ἀριστείδης Μιλήσιος ἐν πρώτῃ Σικελικῶν, παρ οὗ τὴν ὑπόθεσιν ἔμαθε Διονύσιος ὁ Σικελιώτης.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION