- 텍스트

Plutarch, De virtute morali, section 5 8:

(플루타르코스, De virtute morali, section 5 8:)

ὁρμῆς γὰρ δέονται:? τὴν δ ὁρμὴν τῷ πάθει ποιεῖ τὸ ἦθος, λόγου δεομένην ὁρίζοντος, ὅπως μετρία παρῇ καὶ μήθ ὑπερβάλλῃ μήτ ἐγκαταλείπῃ τὸν καιρόν. τὸ γὰρ δὴ παθητικὸν καὶ ἄλογον κινήσεσι χρῆται ταῖς μὲν ἄγαν σφοδραῖς καὶ ὀξείαις ταῖς δὲ μαλακωτέραις ἢ προσήκει καὶ ἀργοτέραις. ὅθεν ἕκαστον ὧν πράττομεν ἀεὶ μοναχῶς μὲν κατορθοῦται πλεοναχῶς δ ἁμαρτάνεται: τὸ γὰρ βαλεῖν τὸν σκοπὸν ἕν ἐστι καὶ ἁπλοῦν, ἀστοχοῦσι δ ἄλλοτ ἄλλως, ὑπερβάλλοντες τὸ μέτριον ἢ προαπολείποντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION