호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἁπλῶς μὲν οὖν ἔχοντα, γῆ οὐρανὸς ἄστρα θάλασσα:? πῶς δ ἔχοντα πρὸς ἡμᾶς, ἀγαθὸν κακόν, αἱρετὸν φευκτόν, ἡδὺ ἀλγεινόν: ἀμφοῖν δὲ τοῦ λόγου θεωρητικοῦ ὄντος, τὸ μὲν περὶ τὰ ἁπλῶς ἔχοντα μόνον ἐπιστημονικὸν καὶ θεωρητικόν ἐστι: τὸ δ ἐν τοῖς πῶς ἔχουσι πρὸς ἡμᾶς βουλευτικὸν καὶ πρακτικόν: ἀρετὴ δὲ τούτου μὲν ἡ φρόνησις ἐκείνου δ ἡ σοφία. διαφέρει δὲ σοφίας φρόνησις, ᾗ τοῦ θεωρητικοῦ πρὸς τὸ πρακτικὸν καὶ παθητικὸν ὑποστροφῆς καὶ σχέσεώς τινος γενομένης ὑφίσταται κατὰ:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기