호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡς γὰρ ἀρώματα τρίβωνας εὐώδεις καὶ ῥάκια ποιεῖ, τοῦ δ Ἀγχίσου τὸ σῶμα ἰχῶρα πονηρὸν ἐξεδίδου νώτου καταστάζοντα βύσσινον φάρος, οὕτω μετ ἀρετῆς καὶ δίαιτα πᾶσα καὶ βίος ἄλυπός ἐστι καὶ ἐπιτερπής:? καὶ πολυτελῆ καὶ σεμνὰ μιγνυμένη λυπηρὰ καὶ ναυτιώδη καὶ δυσπρόσδεκτα παρέχει τοῖς κεκτημένοις οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται:
ἐπὰν δ ἀνοίξῃ τὰς:
θύρας, τρισάθλιος, γυνὴ κρατεῖ πάντων, ἐπιτάττει, μάχετ ἀεί. εὐεί ἄτερ δαλοῦ καὶ ὠμῷ γήραϊ δῶκε, βαρεῖα συνέκδημος οὖσα δι ἀλαζονείαν καὶ πολυτελὴς σύνδειπνος ὑπὸ λιχνείας καὶ σύγκοιτος ὀδυνηρά, φροντίσι καὶ μερίμναις καὶ ζηλοτυπίαις ἐκκόπτουσα τὸν ὕπνον καὶ διαφθείρουσα.
καὶ γὰρ ὃ καθεύδουσι, τοῦ σώματος ὕπνος ἐστὶ καὶ ἀνάπαυσις, τῆς ψυχῆς πτοῖαι καὶ ὄνειροι καὶ ταραχαὶ διὰ δεισιδαιμονίαν.
ὅταν δὲ νυστάζοντὰ μ ἡ λύπη λάβῃ, ἀπόλλυμ ὑπὸ τῶν ἐνυπνίων φησί τις.
οὕτω δὲ καὶ φθόνος 1 καὶ φόβος καὶ θυμὸς· καὶ ἀκολασία διατίθησι. βλέπουσα καὶ συσχηματιζομένη πρὸς ἑτέρους ἡ κακία δυσωπεῖται καὶ παρακαλύπτει τὰ πάθη, καὶ παντάπασι ταῖς ὁρμαῖς·
ἐκδίδωσιν ἑαυτὴν ἀλλ ἀντιτείνει καὶ μάχεται πολλάκις:
ἐν δὲ τοῖς ὕπνοις ἀποφυγοῦσα δόξας καὶ νόμους καὶ πορρωτάτω γενομένη τοῦ δεδιέναι τε καὶ αἰδεῖσθαι, πᾶσαν ἐπιθυμίαν κινεῖ καὶ ἐπανεγείρει τὸ κακόηθες καὶ ἀκόλαστον. "μητρί τε γὰρ ἐπιχειρεῖ μίγνυσθαι 1:
ὥς φησιν ὁ Πλάτων· ἀλλὰ κινεῖν μόνον καὶ διαγριαίνειν τὰ πάθη καὶ τὰ νοσήματα δυναμένοις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기