- 텍스트

Plutarch, De tranquilitate animi, section 17

(플루타르코스, De tranquilitate animi, section 17)

φύσει τὸ λυποῦν καὶ βαρῦνον ἐπιφέρει, τὰ δὲ πλεῖστα δόξῃ δυσχεραίνειν ἐθιζόμεθα καὶ μανθάνομεν, οὐκ ἄχρηστόν ἐστι πρὸς ταῦτα μὲν ἔχειν ἀεὶ τὸ τοῦ Μενάνδρου πρόχειρον οὐδὲν πέπονθας δεινὸν ἂν μὴ προσποιῇ:? τί γὰρ πρὸς σέ ἐστι, φησίν, ἂν μήτε σαρκὸς ἅπτηται μήτε ψυχῆς, οἱό῀ν ἐστι δυσγένεια πατρὸς ἢ μοιχεία γυναικὸς ἢ στεφάνου τινὸς ἢ προεδρίας ἀφαίρεσις, ὧν οὐ κωλύεται καὶ μὴ παρόντων ἄνθρωπος καὶ τὸ σῶμα βέλτιστα διακείμενον ἔχειν καὶ τὴν ψυχήν·

πρὸς δὲ τὰ φύσει δοκοῦντα λυπεῖν, οἱᾶ νόσοι καὶ πόνοι καὶ θάνατοι φίλων καὶ τέκνων, ἐκεῖνο τὸ Εὐριπίδειον οἴμοι:

τί δ οἴμοι·

θνητά τοι πεπόνθαμεν. οὐδεὶς· γὰρ οὕτω τοῦ παθητικοῦ καταφερομένου καὶ ὀλισθάνοντος ἀντιλαμβάνεται λόγος, ὡς ὁ τῆς κοινῆς καὶ φυσικῆς ἀνάμνησιν ποιῶν ἀνάγκης, ᾗ διὰ τὸ σῶμα μεμειγμένος ὁ ἄνθρωπος μόνην ταύτην τῇ τύχῃ λαβὴν δίδωσιν, ἐν δὲ τοῖς κυριωτάτοις καὶ μεγίστοις ἀσφαλὴς ἕστηκεν. φέροντα.

καὶ τοίνυν τῆς τύχης πάντα τἄλλα λεηλατούσης καὶ περιαιρουμένης, ἔχομέν τι τοιοῦτον. ἐν ἑαυτοῖς οἱό῀ν κ οὔτε φέροιεν Ἀχαιοὶ οὔτε ἂν ἄγοιεν.

ὅθεν οὐ δεῖ παντάπασιν ἐκταπεινοῦν οὐδὲ καταβάλλειν τὴν φύσιν, ὡς μηδὲν ἰσχυρὸν μηδὲ μόνιμον μηδ ὑπὲρ τὴν τύχην ἔχουσαν: ἀλλὰ τοὐναντίον εἰδότας, ὅτι μικρόν ἐστι μέρος τοῦ ἀνθρώπου τὸ σαθρὸν καὶ τὸ ἐπίκηρον, ὃ δέχεται τὴν τύχην, τῆς δὲ βελτίονος μερίδος αὐτοὶ κρατοῦμεν, ἐν ᾗ τὰ μέγιστα τῶν ἀγαθῶν ἱδρυθέντα, δόξαι τε χρησταὶ καὶ μαθήματα καὶ λόγοι τελευτῶντες εἰς ἀρετήν, ἀναφαίρετον ἔχουσι τὴν οὐσίαν καὶ ἀδιάφθορον, ἀηττήτους πρὸς τὸ μέλλον εἶναι καὶ θαρραλέους, πρὸς τὴν τύχην λέγοντας, ἃ Σωκράτης δοκῶν πρὸς τοὺς κατηγόρους λέγειν πρὸς τοὺς δικαστὰς ἔλεγεν, ὡς ἀποκτεῖναι μὲν Ἄνυτος καὶ Μέλητος δύνανται, βλάψαι δ οὐ δύνανται.

καὶ ἀνδρώδη καὶ μεγαλόψυχον καὶ γενναῖον καὶ ἐλευθέριον οὐδὲ παρελέσθαι τὴν διάθεσιν, ἧς ἀεὶ παρούσης, πλέον ἢ κυβερνήτου πρὸς θάλατταν ὄφελὸς ἐστι πρὸς τὸν βίον.

κυβερνήτῃ γὰρ οὔτε κῦμα πραϋ῀ναι τραχὺ καὶ πνεῦμα δυνατόν ἐστιν, οὔτε ὅποι βούλεται δεομένῳ λιμένος:

ἡ δὲ τοῦ φρονίμου διάθεσις τοῖς τε σωματικοῖς παρέχει γαλήνην, ἐπὶ πλεῖστον ἐκλύουσα τὰς τῶν νόσων κατασκευὰς ἐγκρατείᾳ καὶ διαίτῃ σώφρονι καὶ μετρίοις πόνοις:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION